ΔΙΑΔΟΥΜ.
παρὰ τὴν ἔννοιάν ἐστι· δύο τέλη καὶ σκοποὺς προκεῖσθαι τοῦ βίου, καὶ μὴ πάντων, ὅσα 1071a πράττομεν, ἐφʼ ἕν τι γίγνεσθαι τὴν ἀναφορὰν ἔτι δὲ μᾶλλόν ἐστι παρὰ τὴν ἔννοιαν ἄλλο μὲν εἶναι 5 τέλος, ἐπʼ ἄλλο δὲ τῶν πραττομένων ἕκαστον ἀναφέρεσθαι τούτων δʼ αὐτοὺς ὑπομένειν ἀνάγκη θάτερον. εἰ γὰρ αὐτὰ μὲν τὰ πρῶτα κατὰ φύσιν ἀγαθὰ μή ἐστιν, ἡ δʼ εὐλόγιστος ἐκλογὴ καὶ λῆψις αὐτῶν καὶ τὸ πάντα τὰ παρʼ ἑαυτὸν ποιεῖν ἕκαστον 10 ἕνεκα τοῦ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν, ἐπʼ ἐκεῖνο δεῖ πάντα ἔχειν τὰ πραττόμενα τὴν ἀναφοράν, τὸ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν. εἴπερ γὰρ οἴονται μὴ στοχαζομένους μηδʼ ἐφιεμένους τοῦ τυχεῖν ἐκείνων τὸ τέλος ἔχειν, ἀλλʼ οὗ δεῖ ἐκεῖνα 15 1071b ἀναφέρεσθαι, τὴν τούτων ἐκλογὴν καὶ μὴ ταῦτα· τέλος μὲν γὰρ τὸ ἐκλέγεσθαι καὶ λαμβάνειν ἐκεῖνα φρονίμως· ἐκεῖνα δʼ αὐτὰ καὶ τὸ τυγχάνειν αὐτῶν οὐ τέλος, ἀλλʼ ὥσπερ ὕλη τις ὑπόκειται τὴν ἐκλεκτικὴν ἀξίαν ἔχουσα· τοῦτο γὰρ οἶμαι καὶ τοὔνομα λέγειν καὶ γράφειν αὐτούς, ἐνδεικνυμένους τὴν διαφοράν.ΛΑΜΠΡ.
Ἀνδρικῶς; μὲν ἀπομεμνημόνευκας καὶ 5 ὃ λέγουσι καὶ ὡς λέγουσι.ΔΙΑΔΟΥΜ.
. σκόπει δʼ ὅτι ταὐτὸ πάσχουσι τοῖς τὴν σκιὰν ὑπεράλλεσθαι τὴν ἑαυτῶν ἐφιεμένοις· οὐ γὰρ ἀπολείπουσιν ἀλλὰ συμμεταφέρουσι τὴν ἀτοπίαν τῷ λόγῳ, πορρωτάτω τῶν ἐννοιῶν ἀφισταμένην. 10 1071c ὡς γὰρ εἰ τοξεύοντα φαίη τις οὐχὶ πάντα ποιεῖν τὰ παρʼ αὑτὸν ἕνεκα τοῦ βαλεῖν τὸν σκοπὸν ἀλλʼ ἕνεκα τοῦ πάντα ποιῆσαι τὰ παρʼ αὑτόν, αἰνίγμασιν ὅμοια καὶ τεράστια δόξειεν ἂν περαίνειν οὕτως οἱ τριπέμπελοι βιαζόμενοι μὴ τὸ τυγχάνειν 15 τῶν κατὰ φύσιν τοῦ στοχάζεσθαι τῶν κατὰ φύσιν εἶναι τέλος, ἀλλὰ τὸ λαμβάνειν τὸ ἐκλέγεσθαι, μηδὲ τὴν ἔφεσιν τῆς ὑγιείας καὶ δίωξιν εἰς τὸ ὑγιαίνειν ἑκάστῳ τελευτᾶν, ἀλλὰ τοὐναντίον τὸ ὑγιαίνειν ἐπὶ τὴν ἔφεσιν αὐτοῦ καὶ δίωξιν ἀναφέρεσθαι, 20 περιπάτους τινὰς καὶ ἀναφωνήσεις καὶ τομὰς νὴ Δία καὶ φαρμακείας εὐλογίστους τέλη ποιούμενοι τῆς ὑγιείας, οὐχὶ τούτων ἐκείνην, ὅμοια 1071d ληροῦσι τῷ λέγοντιDe communibus notitiis adversus Stoicos. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.