ΛΑΜΠΡ.
Ταῦτα μὲν οὖν ἄφες. ἡ δὲ πολυτίμητος ὠφέλεια τίς ἐστιν, ἣν ὡς μέγα τι τοῖς σοφοῖς ἐξαίρετον φυλάσσοντες, οὐδʼ ὄνομα λείπουσιν 10 αὐτῆς τοῖς μὴ σοφοῖς.ΔΙΑΔΟΥΜ.
. ἂν εἷς σοφὸς ὁπουδήποτε προτείνῃ τὸν δάκτυλον φρονίμως, οἱ κατὰ τὴν οἰκουμένην σοφοὶ πάντες ὠφελοῦνται. τοῦτο τῆς ὠφελείας ἔργον αὐτῶν, εἰς τοῦτο τοῖς κοινοῖς ὠφελήμασι 15 1069a τῶν σοφῶν αἱ ἀρεταὶ τελευτῶσιν. ἐλήρει δʼ Ἀριστοτέλης, ἐλήρει δὲ,Ξενοκράτης, ὠφελεῖσθαι μὲν ἀνθρώπους ὑπὸ θεῶν ὠφελεῖσθαι δʼ ὑπὸ γονέων ὠφελεῖσθαι δʼ ὑπὸ καθηγητῶν ἀποφαινόμενοι, τὴν δὲ θαυμαστὴν ἀγνοοῦντες ὠφέλειαν, ἣν οἱ σοφοὶ 20 κινουμένων κατʼ ἀρετὴν ἀλλήλων ὠφελοῦνται, κἂν μὴ συνῶσι μηδὲ γιγνώσκοντες τυγχάνωσι. καὶ μὴν πάντες ἄνθρωποι τὰς ἐκλογὰς καὶ τὰς τηρήσεις καὶ τὰς οἰκονομίας, ὅταν χρήσιμοι ὦσι καὶ ὠφέλιμοι, τότε χρησίμους καὶ ὠφελίμους ὑπολαμβάνουσι καὶ 25 κλεῖδας ὠνεῖται καὶ ἀποθήκας φυλάττει χρηματικὸς ἀνήρDe communibus notitiis adversus Stoicos. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.