ΔΙΑΔΟΥΜ.
Ἀλλὰ πολλὰ μὲν λέγεται, τὰ 25 δὲ νῦν τοῖς ἀναγκαίοις χρηστέον. πρῶτον μὲν οὖν 1066f εὔηθες οἴεσθαι φρονήσεως ἕνεκα γένεσιν κακῶν ὑποστῆναι καὶ ἀγαθῶν. ὄντων γὰρ ἀγαθῶν καὶ κακῶν ἐπιγίνεται φρόνησις, ὥσπερ ἰατρικὴ νοσερῶν ὑποκειμένων καὶ ὑγιεινῶν. οὐ γὰρ τάγαθὸν ὑφίσταται 5 καὶ τὸ κακόν, ἵνα γένηται φρόνησις, ἀλλʼ ᾗ τἀγαθὸν καὶ τὸ κακὸν ὄντα καὶ ὑφεστῶτα κρίνομεν, ὠνομάσθη φρόνησις· ὥσπερ ὄψις ἡ λευκῶν καὶ μελάνων, αἴσθησις, οὐ γενομένων ὅπως ἔχοιμεν ὄψιν ἡμεῖς, 1067a ἀλλὰ μᾶλλον ἡμῶν πρὸς τὸ,τὰ τοιαῦτα κρίνειν 10 ὄψεως δεηθέντων. δεύτερον, ὅταν ἐκπυρώσωσι τὸν κόσμον οὗτοι, κακὸν μὲν οὐδʼ ὁτιοῦν ἀπολείπεται, τὸ δʼ ὅλον φρόνιμόν ἐστι τηνικαῦτα καὶ σοφόν· ἔστι τοίνυν φρόνησις, οὐκ ὄντος κακοῦ· καὶ οὐκ ἀνάγκη κακὸν ὑπάρχειν, εἰ φρόνησις ἔνι. εἰ δὲ δὴ 15 πάντως δεῖ τὴν φρόνησιν ἀγαθῶν εἶναι καὶ κακῶν ἐπιστήμην, τί δεινόν, εἰ τῶν κακῶν ἀναιρεθέντων οὐκ ἔσται φρόνησις ἑτέραν τʼ ἀντʼ ἐκείνης ἀρετὴν ἕξομεν, οὐκ ἀγαθῶν καὶ κακῶν ἀλλʼ ἀγαθῶν μόνων 1067b ἐπιστήμην οὖσαν; ὥσπερ εἰ τῶν χρωμάτων τὸ μέλαν 20 ἐξαπόλοιτο παντάπασιν, εἶτά τις βιάζοιτο καὶ τὴν ὄψιν ἀπολωλέναι, λευκῶν γὰρ οὐκ εἶναι καὶ μελάνων αἴσθησιν τί κωλύει φάναι πρὸς αὐτόν, ὅτι δεινὸν οὐδέν, εἰ τὴν μὲν ὑπὸ σοῦ λεγομένην ὄψιν οὐκ ἔχομεν, ἄλλη δὲ πάρεστιν ἀντʼ ἐκείνης αἴσθησις 25 ἡμῖν καὶ δύναμις, λευκῶν ἀντιλαμβανόμεθα καὶ μὴ λευκῶν χρωμάτων; ἐγὼ μὲν γὰρ οὔτε γεῦσιν οἶμαι φροῦδον ἂν γενέσθαι, πικρῶν ἐπιλιπόντων, οὔθʼ ἁφήν, ἀλγηδόνος ἀναιρεθείσης, οὔτε φρόνησιν, κακοῦ μὴ παρόντος· ἀλλʼ ἐκείνας τε μένειν αἰσθήσεις γλυκέων καὶ ἡδέων καὶ τῶν μὴ τοιούτων ἀντιλαμβανομένας, 1067c ταύτην τε τὴν φρόνησιν ἀγαθῶν 5 καὶ μὴ ἀγαθῶν ἐπιστήμην οὖσαν. οἷς δὲ μὴ δοκεῖ, τοὔνομα λαβόντες ἀπολιπέτωσαν ἡμῖν τὸ πρᾶγμα.De communibus notitiis adversus Stoicos. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.