ΔΙΑΔΟΥΜ.
ὅθεν ἡδέως ἂν πυθοίμην, πρὸς τί γέγονεν 5 εὔχρηστος ἡ κακία τοῖς ὅλοις. οὐ γὰρ δὴ πρὸς τὰ οὐράνια καὶ θεῖα, φήσει. γελοῖον γὰρ εἰ, μὴ γενομένης ἐν ἀνθρώποις μηδʼ οὔσης κακίας καὶ ἀπληστίας καὶ ψευδολογίας μηδʼ ἀλλήλους ἡμῶν ἀγόντων καὶ φερόντων καὶ συκοφαντούντων καὶ φονευόντων, 10 οὐκ ἂν ἐβάδιζεν ὁ ἥλιος τὴν τεταγμένην πορείαν οὐδʼ ἂν ὥραις ἐχρῆτο καὶ περιόδοις καιρῶν ὁ κόσμος οὐδʼ ἡ γῆ τὴν μέσην χώραν ἔχουσα τοῦ παντὸς ἀρχὰς πνευμάτων ἐνεδίδου καὶ ὄμβρων. ἀπολείπεται 1066c τοίνυν πρὸς ἡμᾶς καὶ τὰ ἡμέτερα τὴν κακίαν 15 εὐχρήστως γεγονέναι καὶ τοῦτʼ ἴσως οἱ ἄνδρες λέγουσιν. ἆῤ οὖν ὑγιαίνομεν μᾶλλον κακοὶ ὄντες, ἔτι δὲ μᾶλλον εὐποροῦμεν τῶν ἀναγκαίων; πρὸς δὲ κάλλος ἡμῖν ἢ πρὸς ἰσχὺν εὔχρηστος ἡ κακία γέγονεν; οὔ φασιν. εἰ δὲ τῆς ἀρετῆς ἐστινDe communibus notitiis adversus Stoicos. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.