ΔΙΑΔΟΥΜ.
ἔοικε δʼ ἡμᾶς ἀπαλλάττειν τοῦ περὶ τούτων ἔτι πλείονα λέγειν ὁ κολοφὼν αὐτὸς, ὃν ὁ Χρύσιππος 5 τοῖς δόγμασιν ἐπιτέθεικεν. ὄντων γὰρ ἐν τῇ φύσει τῶν μὲν ἀγαθῶν τῶν δὲ κακῶν τῶν δὲ καὶ μεταξὺ 1064d καὶ καλουμένων ἀδιαφόρων, οὐδεὶς ἔστιν ἀνθρώπων, ὃς οὐ βούλεται τἀγαθὸν ἔχειν μᾶλλον ἢ τὸ ἀδιάφορον καὶ τὸ ἀδιάφορον ἢ τὸ κακόν. ἀλλὰ καὶ 10 τοὺς θεοὺς δήπου ποιούμεθα μάρτυρας, αἰτούμενοι ταῖς εὐχαῖς παρʼ αὐτῶν μάλιστα μὲν κτῆσιν ἀγαθῶν, εἰ δὲ μή, κακῶν ἀποφυγήν, τὸ δὲ μήτʼ ἀγαθὸν μήτε κακὸν ἀντὶ μὲν τἀγαθοῦ μὴ θέλοντες ἔχειν ἀντὶ δὲ τοῦ κακοῦ θέλοντες. ὁ δὲ τὴν φύσιν ἐναλλάττων 15 καὶ τὴν τάξιν ἀναστρέφων ἐκ τῆς μέσης χώρας τὸ μέσον εἰς τὴν ἐσχάτην μετατίθησι, τὸ δʼ ἔσχατον εἰς τὴν μέσην ἐπανάγει καὶ μετοικίζει, καθάπερ οἱ 1064e τύραννοι τοῖς κακοῖς προεδρίαν διδοὺς καὶ νομοθετῶν πρῶτον διώκειν τάγαθὸν δεύτερον δὲ τὸ κακόν, 20 ἔσχατον δὲ καὶ χείριστον ἡγεῖσθαι τὸ μήτʼ ἀγαθὸν μήτε κακόν· ὥσπερ εἴ τις μετὰ τὰ οὐράνια τὰ ἐν Ἅιδου τιθείη, τὴν δὲ γῆν καὶ τὰ περὶ γῆν εἰς τὸν τάρταρον ἀπώσειεDe communibus notitiis adversus Stoicos. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.