ΓΡ.
οὕτω δὲ φαῦλοι καὶ ἀκρατεῖς περὶ τὰς εἰρημένας ἐπιθυμίας ὄντες ἔτι μᾶλλον ἐν ταῖς ἀναγκαίαις ἐλέγχονται πολὺ τῷ σωφρονεῖν ἀπολειπόμενοι τῶν θηρίων, αὗται δʼ εἰσὶν αἱ περὶ βρῶσιν καὶ πόσιν 991b ὧν ἡμεῖς μὲν τὸ ἡδὺ μετὰ χρείας τινὸς ἀεὶ λαμβάνομεν 25 ὑμεῖς δὲ τὴν ἡδονὴν μᾶλλον ἢ τὸ κατὰ φύσιν τῆς τροφῆς διώκοντες ὑπὸ πολλῶν καὶ μακρῶν κολάζεσθε νοσημάτων, ἅπερ ἐκ μιᾶς πηγῆς ἐπαντλούμενα τῆς πλησμονῆς τοῖς σώμασι παντοδαπῶν πνευμάτων καὶ δυσκαθάρτων ὑμᾶς ἐμπίπλησι. πρῶτον μὲν γὰρ ἑκάστῳ γένει ζῴου μία τροφὴ σύμφυλός ἐστι, τοῖς μὲν πόα τοῖς δὲ ῥίζα τις ἢ καρπός· ὅσα 5 δὲ σαρκοφαγεῖ, πρὸς οὐδὲν ἄλλο τρέπεται βορᾶς εἶδος οὐδʼ ἀφαιρεῖται τῶν ἀσθενεστέρων τὴν τροφήν· ἀλλʼ ἐᾷ νέμεσθαι καὶ λέων ἔλαφον καὶ λύκος πρόβατον 991c πέφυκεν. ὁ δʼ ἄνθρωπος ἐπὶ πάντα ταῖς ἡδοναῖς ὑπὸ λαιμαργίας ἐξαγόμενος καὶ πειρώμενος 10 πάντων καὶ ἀπογευόμενος, ὡς οὐδέπω τὸ πρόσφορον καὶ οἰκεῖον ἐγνωκώς, μόνος γέγονε τῶν ὄντων παμφάγον. καὶ σαρξὶ χρῆται πρῶτον ὑπʼ οὐδεμιᾶς ἀπορίας οὐδʼ ἀμηχανίας, ᾧ πάρεστιν ἀεὶ καθʼ ὥραν ἄλλα ἐπʼ ἄλλοις ἀπὸ φυτῶν καὶ σπερμάτων τρυγῶντι 15 καὶ λαμβάνοντι καὶ δρεπομένῳ μὴ κάμνειν διὰ πλῆθος· ἀλλʼ ὑπὸ τρυφῆς καὶ κόρου τῶν ἀναγκαίων βρώσεις ἀνεπιτηδείους καὶ οὐ καθαρὰς σφαγαῖς ζῴων μετερχόμενος πολὺ τῶν ἀγριωτάτων θηρίων ὠμότερον. αἷμα μὲν γὰρ καὶ φόνος καὶ σάρκες 20 991d ἰκτίνῳ καὶ λύκῳ καὶ δράκοντι σιτίον οἰκεῖον, ἀνθρώπῳ δʼ ὄψον ἐστίν. ἔπειτα παντὶ γένει χρώμενος οὐχ ὡς,· τὰ θηρία τῶν πλείστων ἀπέχεται, ὀλίγοις δὲ πολεμεῖ διὰ τὴν τῆς τροφῆς ἀνάγκην ἀλλʼ οὔτε τι πτηνὸν οὔτε νηκτόν, ὡς ἔπος εἰπεῖν, οὔτε χερσαῖον 25 ἐκπέφευγε τὰς ἡμέρους δὴ λεγομένας; ὑμῶν καὶ φιλοξένους τραπέζας.Bruta animalia ratione uti. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.