ΟΔ.
παπαί, ὦ Γρύλλε, δεινός μοι δοκεῖς 25 988f γεγονέναι σοφιστής, ὅς γε καὶ νῦν ἐκ τῆς συηνίας φθεγγόμενος οὕτω νεανικῶς πρὸς τὴν ὑπόθεσιν ἐπικεχείρηκας. ἀλλὰ τί οὐ περὶ τῆς σωφροσύνης ἐφεξῆς διεξῆλθες;ΓΡ.
ὅτι ᾤμην σε τῶν εἰρημένων πρότερον ἐπιλήψεσθαι σὺ δὲ σπεύδεις ἀκοῦσαι τὸ περὶ τῆς σωφροσύνης, ἐπεὶ σωφρονεστάτης μὲν ἀνὴρ εἶ γυναικός, ἀπόδειξιν δὲ σωφροσύνης αὐτὸς οἴει δεδωκέναι, 5 τῶν Κίρκης ἀφροδισίων περιφρονήσας. καὶ τούτῳ μὲν οὐδενὸς τῶν θηρίων διαφέρεις πρὸς ἐγκράτειαν οὐδὲ γὰρ ἐκεῖνα τοῖς κρείττοσιν ἐπιθυμεῖ 989a πλησιάζειν ἀλλὰ καὶ τὰς ἡδονὰς καὶ τοὺς ἔρωτας πρὸς τὰ ὁμόφυλα ποιεῖται. οὐ θαυμαστὸν μὲν οὖν 10 ἐστιν, εἰ καθάπερ ὁ Μενδήσιος ἐν Αἰγύπτῳ τράγος λέγεται πολλαῖς καὶ καλαῖς συνειργνύμενος γυναιξὶν οὐκ εἶναι μίγνυσθαι πρόθυμος ἀλλὰ πρὸς τὰς αἶγας ἐπτόηται μᾶλλον, οὕτω σὺ χαίρων ἀφροδισίοις συνήθεσιν οὐ θέλεις ἄνθρωπος; ὢν θεᾷ συγκαθεύδειν. 15 τὴν δὲ Πηνελόπης σωφροσύνην μυρίαι κορῶναι κρώζουσαι γέλωτα θήσονται καὶ καταφρονήσουσιν, ὧν ἑκάστη, ἂν ἀποθάνῃ ὁ ἄρρην, οὐκ ὀλίγον χρόνον ἀλλʼ ἐννέα χηρεύει γενεὰς ἀνθρώπων ὥστε σοι τὴν καλὴν Πηνελόπην ἐννάκις ἀπολείπεσθαι τῷ σωφρονεῖν 20 ἧς βούλει κορώνης. 989bBruta animalia ratione uti. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.