ΦΑΙΔΙΜΟΣ.
ὁ δὲ θύννος οὕτως ἰσημερίας αἰσθάνεται καὶ τροπῆς, ὥστε καὶ τὸν ἄνθρωπον διδάσκειν, 10 979d μηδὲν ἀστρολογικῶν κανόνων δεόμενον· ὅπου γὰρ ἂν αὐτὸν χειμῶνος αἱ τροπαὶ καταλάβωσιν, ἀτρεμεῖ καὶ διατρίβει περὶ τὸν αὐτὸν τόπον ἄχρι τῆς ἰσημερίας. ἀλλὰ τῆς γεράνου σοφὸν ἡ τοῦ λίθου περίδραξις, ὅπως προϊεμένη πυκνὸν ἐξυπνίζηται. 15 καὶ πόσῳ σοφώτερον, ὦ φίλε, τὸ τοῦ δελφῖνος, ᾧDe sollertia animalium. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.