ΦΑΙΔΙΜΟΣ.
ἀλλὰ ταῦτα μὲν ἔστω τοῦ μὴ παντάπασιν ἐκφύλου μηδʼ ἀσυμπαθοῦς πρὸς ἡμᾶς ἱκανὰ δείγματα· τῆς δʼ ἀκράτου καὶ φυσικῆς συνέσεως μέγα δήλωμα τὸ κοινόν ἐστιν· οὐδὲν γὰρ οὕτως εὐχείρωτον 976d ἀνθρώπῳ νηκτόν, ὃ μὴ πέτραις προσέχεται καὶ προσπέφυκεν, οὐδʼ ἁλώσιμον ἄνευ πραγματείας, 5 ὡς λύκοις μὲν ὄνοι καὶ μέροψι μέλισσαι χελιδόσι δὲ τέττιγες, ἐλάφοις δʼ ὄφεις ἀγόμενοι ῥᾳδίως ὑπʼ αὐτῶν ᾗ καὶ τοὔνομα πεποίηται παρώνυμον οὐ τῆς ἐλαφρότητος ἀλλὰ τῆς ἕλξεως τοῦ ὄφεως,, καὶ τὸ πρόβατον προσκαλεῖται τῷ ποδὶ τὸν λύκον· τῇ δὲ 10 παρδάλει τὰ πλεῖστα προσχωρεῖν χαίροντα τῇ ὀσμῇ μάλιστα δὲ τὸν πίθηκον λέγουσι. τῶν δὲ θαλαττίων ὁμοῦ τι πάντων ἡ προαίσθησις ὕποπτος οὖσα 976e καὶ πεφυλαγμένη πρὸς τὰς ἐπιθέσεις ὑπὸ συνέσεως, οὐχ ἁπλοῦν τὸ τῆς ἄγρας ἔργον οὐδὲ φαῦλον ἀλλʼ 15 ὀργάνων τε παντοδαπῶν καὶ σοφισμάτων ἐπʼ αὐτὰ δεινῶν καὶ ἀπατηλῶν δεόμενον ἀπείργασται. καὶ τοῦτο δῆλόν ἐστιν ἀπὸ τῶν πάνυ προχείρων. τὸν μὲν γὰρ ἀσπαλιευτικὸν κάλαμον οὐ βούλονται πάχος ἔχειν, καίπερ εὐτόνου δεόμενοι πρὸς τοὺς σπαραγμοὺς 20 τῶν ἁλισκομένων, ἀλλὰ μᾶλλον ἐκλέγονται τὸν λεπτόν, ὅπως μὴ πλατεῖαν ἐπιβάλλων σκιὰν ἐκταράττῃ τὸ ὕποπτον αὐτῶν. ἔπειτα τὴν ὁρμιὰν οὐ ποιοῦσι πολύπλοκον τοῖς ἅμμασι τῶν βρόχων 976f οὐδὲ τραχεῖαν ἐπεὶ καὶ τοῦτο τοῦ δόλου γίγνεται 25 τεκμήριον αὐτοῖς. καὶ τῶν τριχῶν τὰ καθήκοντα πρὸς τὸ ἄγκιστρον ὡς ἔνι μάλιστα λευκὰ φαίνεσθαι μηχανῶνται μᾶλλον γὰρ οὕτως ἐν τῇ θαλάττῃ διʼ ὁμοιότητα τῆς χρόας λανθάνουσι. τὸ δʼ ὑπὸ τοῦ ποιητοῦ λεγόμενονDe sollertia animalium. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.