ΑΡΙΣΤΟΤΙΜΟΣ.
τὰς δὲ μυρμήκων οἰκονομίας καὶ παρασκευὰς ἐκφράσαι μὲν ἀκριβῶς ἀμήχανον, ὑπερβῆναι δὲ παντελῶς ὀλίγωρον· οὐδὲν γὰρ οὕτω μικρὸν ἡ φύσις ἔχει μειζόνων καὶ καλλιόνων κάτοπτρον, ἀλλʼ ὥσπερ ἐν σταγόνι καθαρᾷ πάσης ἔνεστιν ἀρετῆς 15 ἔμφασις, ἔνθʼ ἔνι μὲν φιλότης τὸ κοινωνικόν, ἔνι δʼ ἀνδρείας εἰκὼν τὸ φιλόπονον· ἔνεστι δὲ πολλὰ μὲν ἐγκρατείας σπέρματα πολλὰ δὲ φρονήσεως 967e καὶ δικαιοσύνης. ὁ μὲν οὖν Κλεάνθης ἔλεγε, καίπερ οὐ φάσκων μετέχειν λόγου τὰ ζῷα, τοιαύτῃ 20 θεωρίᾳ παρατυχεῖν μύρμηκας ἐλθεῖν ἐπὶ μυρμηκιὰν ἑτέραν μύρμηκα νεκρὸν φέροντας ἀνιόντας οὖν ἐκ τῆς μυρμηκιᾶς ἐνίους οἷον ἐντυγχάνειν αὐτοῖς; καὶ πάλιν κατέρχεσθαι καὶ τοῦτο δὶς ἢ τρὶς γενέσθαι τέλος δὲ τοὺς μὲν κάτωθεν ἀνενεγκεῖν ὥσπερ λύτρα τοῦ νεκροῦ σκώληκα, τοὺς δʼ ἐκεῖνον 967f ἀραμένους ἀποδόντας δὲ τὸν νεκρὸν οἴχεσθαι. τῶν δὲ πᾶσιν ἐμφανῶν ἥ τε περὶ τὰς ἀπαντήσεις ἐστὶν εὐγνωμοσύνη, τῶν μηδὲν φερόντων τοῖς φέρουσιν 5 ἐξισταμένων ὁδοῦ καὶ παρελθεῖν διδόντων· αἵ τε τῶν δυσφόρων καὶ δυσπαρακομίστων διαβρώσεις καὶ διαιρέσεις, ὅπως εὐβάστακτα πλείοσι γένηται. τὰς δὲ τῶν κυημάτων διαθέσεις καὶ διαψύξεις ἐκτὸς ὑετοῦ ποιεῖται σημεῖον ὁ Ἄρατος 10De sollertia animalium. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.