ΑΥΤΟΒΟΥΛΟΣ.
τὸν Τυρταῖον ὁ Λεωνίδας ἐρωτηθεὶς ποῖόν τινα νομίζοι, ἀγαθόν ποιητήν 5 ἔφη νέων ψυχὰς κακκονῆν ὡς τοῖς νέοις διὰ τῶν ἐπῶν ὁρμὴν ἐμποιοῦντα μετὰ θυμοῦ καὶ φιλοτιμίας, ἐν ταῖς μάχαις ἀφειδοῦσιν αὑτῶν. δέδια δή, ὦ φίλοι, μὴ καὶ τὸ τῆς κυνηγεσίας; ἐγκώμιον ἐχθὲς ἀνεγνωσμένον ἐπάρῃ τοῦ μετρίου πέρα τοὺς 10 φιλοθήρους ἡμῖν νεανίσκους, ὥστε τἄλλα πάρεργα καὶ τὸ μηδὲν ἡγεῖσθαι, πρὸς τοῦτο παντάπασι ῥυέντας· ὅπου δοκῶ μοι καὶ αὐτὸς ἐκ νέας αὖθις ἀρχῆς παρʼ ἡλικίαν ἐμπαθέστερος γεγονέναι καὶ ποθεῖν, ὥσπερ ἡ Εὐριπίδου Φαίδρα, κυσὶ θωΰξαι 15 959c βαλιαῖς ἐλάφοις ἐγχριμπτόμενος· οὕτως ἔθιγέ μου πυκνὰ καὶ πιθανὰ τῶν ἐπιχειρημάτων ἐπάγων ὁ λόγος.ΣΩΚΛΑΡΟΣ.
ἀληθῆ λέγεις, ὦ Αὐτόβουλε· καὶ γὰρ ἐκεῖνος ἔδοξέ μοι τὸ ῥητορικὸν ἐγεῖραι διὰ χρόνου, χαριζόμενος καὶ συνεαρίζων τοῖς μειρακίοις· μάλιστα δ’ ἣσθην τοὺς μονομάχους αὐτοῦ παραθέντος, 5 ὡς οὐχ ἥκιστα τὴν θηρευτικὴν ἄξιον ἐπαινεῖν, ὅτι τοῦ πεφυκότος ἐν ἡμῖν ἢ μεμαθηκότος χαίρειν μάχαις ἀνδρῶν πρὸς ἀλλήλους διὰ σιδήρου τὸ πολὺ δεῦρο τρέψασα καθαρὰν παρέχει θέαν, ἅμα 959d τέχνης καὶ τόλμης νοῦν ἐχούσης πρὸς ἀνόητον ἰσχὺν 10 καὶ βίαν ἀντιταττομένης καὶ ἐπαινούσης τὸ ΕὐριπίδειονDe sollertia animalium. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.