πότερον, ὡς Θεόφραστος ᾤετο, δειλόν ἐστι φύσει ζῷον ὅταν οὖν ταραχθῇ τρεπόμενον τῷ πνεύματι,
25
συμμεταβάλλει τὸ χρῶμα καθάπερ ἄνθρωπος· διὸ καὶ λέλεκται
τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρώς·
ἢ τοῦτο πρὸς τὴν μεταβολὴν πιθανῶς λέλεκται πρὸς δὲ τὴν ἐξομοίωσιν οὐχ ἱκανῶς; μεταβάλλει γὰρ
916c
οὕτως, ὥστε τὴν χρόαν αἷς ἂν πλησιάζῃ πέτραις
5
ὁμοιοῦν· πρὸς ὃ καὶ Πίνδαρος ἐποίησε
ποντίου θηρὸς χρωτὶ μάλιστα νόον
προσφέρων πάσαις πολίεσσιν ὁμίλει
καὶ Θέογνις
πουλύποδος νόον ἴσχε πολυχρόου, ὃς ποτὶ πέτρῃ,
10
τῇ προσομιλήσῃ, τοῖος· ἰδεῖν ἐφάνη.
τοῦτο δὴ καὶ τοὺς πανουργίᾳ καὶ δεινότητι ὑπερφέροντας ἔχειν τὸ ἐπιτήδευμα λέγουσιν, ὡς ὑπὲρ τοῦ λαθεῖν καὶ διαφυγεῖν τοὺς πλησίον ἑαυτοὺς ἀεὶ ἀπεικάζειν πολύποδι. ἢ καθάπερ ἐσθῆτι τῇ χρόᾳ
15
νομίζουσι χρῆσθαι, ῥᾳδίως οὕτως ᾗ βούλεται μετενδυόμενον;
916d
ἆρʼ οὖν τὴν μὲν ἀρχὴν αὐτὸς ἐνδίδωσι τοῦ πάθους δείσας, τὰ δὲ κύρια τῆς αἰτίας ἐν ἄλλοις ἐστί; σκόπει δή, κατʼ Ἐμπεδοκλέα
γνοὺς ὅτι πάντων εἰσὶν ἀπορροαὶ ὅσσʼ ἐγένοντο·
20
οὐ γὰρ ζῴων μόνον οὐδὲ φυτῶν οὐδὲ γῆς καὶ θαλάττης, ἀλλὰ καὶ λίθων ἄπεισιν ἐνδελεχῶς πολλὰ ῥεύματα καὶ χαλκοῦ καὶ σιδήρου· καὶ γὰρ φθείρεται
πάντα καὶ ὄδωδε τῷ ῥεῖν ἀεί τι καὶ φέρεσθαι συνεχῶς· καὶ γὰρ ἕλξεις ἢ ἐπιπηδήσεις ποιοῦσι ταῖς ἀπορροαῖς, οἱ μὲν ἐμπλοκὰς αὐτῶν οἱ δὲ πληγὰς οἱ δʼ ὤσεις τινὰς καὶ περιελάσεις ὑποτιθέμενοι.
5
μάλιστα δὲ τῶν παράλων πετρῶν ἐπιρραινομένων
916e
καὶ ψηχομένων ὑπὸ τῆς θαλάττης, ἀπιέναι μέρη καὶ θραύσματα πολλὰ καὶ λεπτὰ εἰκὸς συνεχῶς, ἃ τοῖς χρώμασιν ἀλλήλων διαφέροντα τοῖς μὲν ἄλλοις οὐ προσίσχεται σώμασιν ἀλλὰ λανθάνει περιολισθάνοντα
10
τῶν πυκνοτέρους ἐχόντων πόρους ἢ διεκθέοντα τῶν μανοτέρους. ὁ δὲ πολύπους τήν τε σάρκα προσιδεῖν αὐτόθεν ἀνθρηνιώδης καὶ πολύπορος καὶ δεκτικὸς ἀπορροῶν ἐστιν· ὅταν δὲ δείσῃ, τῷ πνεύματι τρεπόμενος καὶ τρέπων οἷον ἔσφιγξε
15
τὸ σῶμα καὶ συνήγαγεν, ὥστε προσδέχεσθαι καὶ στέγειν ἐπιπολῆς τὰς τῶν ἐγγὺς ἀπορροάς· καὶ γὰρ ἡ τραχύτης μετὰ τῆς μαλακότητος ἕλικας παρέχουσα
916f
τοῖς ἐπιφερομένοις μέρεσι μὴ σκεδαννυμένοις ἀλλʼ ἀθροιζομένοις καὶ προσμένουσι, σύγχρουν ἀπεργάζεται
20
τὴν ἐπιφάνειαν τοῖς ἐγγύτατʼ οὖσιν. τεκμήριον δὲ τῆς αἰτίας μέγα τὸ μήτε τοῦτον πᾶσιν
ἐξομοιοῦσθαι τοῖς πλησίον μήτε τὸν χαμαιλέοντα τοῖς λευκοῖς χρώμασιν, ἀλλὰ μόνοις ἑκάτερον, ὧν ταῖς ἀπορροαῖς πόρους συμμέτρους ἔχουσιν.