[8] μαρτυρεῖ δὲ καὶ τὸ λεχθὲν ὑπʼ Ἐπαμεινώνδα
1
τοῦ μεγάλου πρὸς τοὺς Θηβαίους, ὅτε χειμῶνος;
ὄντος οἱ Ἀρκάδες παρεκάλουν αὐτοὺς ἐν ταῖς οἰκίαις διαιτᾶσθαι παρελθόντας εἰς τὴν πόλιν· οὐ γὰρ εἴασεν, ἀλλὰ
νῦν μέν ἔφη
θαυμάζουσιν ὑμᾶς καὶ θεῶνται πρὸς τὰ ὅπλα γυμναζομένους καὶ παλαίοντας
5
ἂν δὲ πρὸς τῷ πυρὶ καθημένους ὁρῶσι τὸν κύαμον κάπτοντας
2
, οὐδὲν αὑτῶν ἡγήσονται διαφέρειν οὕτω δὴ σεμνόν ἐστι θέαμα πρεσβύτης λέγων
788b
τι καὶ πράττων καὶ τιμώμενος, ὁ δʼ ἐν κλίνῃ διημερεύων ἢ καθήμενος ἐν γωνίᾳ στοᾶς φλυαρῶν καὶ
10
ἀπομυττόμενος εὐκαταφρόνητος. τοῦτο δʼ ἀμέλει καὶ Ὅμηρος διδάσκει τοὺς ὀρθῶς ἀκούοντας· ὁ μὲν γὰρ Νέστωρ στρατευόμενος ἐν Τροίᾳ σεμνὸς ἦν καὶ πολυτίμητος, ὁ δὲ Πηλεὺς καὶ ὁ Λαέρτης οἰκουροῦντες ἀπερρίφησαν καὶ κατεφρονήθησαν. οὐδὲ
15
γὰρ ἡ τοῦ φρονεῖν ἕξις ὁμοίως παραμένει τοῖς μεθεῖσιν αὑτούς, ἀλλʼ ὑπʼ ἀργίας ἐξανιεμένη καὶ ἀναλυομένη κατὰ μικρὸν ἀεί τινα ποθεῖ φροντίδος
3
μελέτην, τὸ λογιστικὸν καὶ πρακτικὸν ἐγειρούσης καὶ διακαθαιρούσης·
20
λάμπει γὰρ ἐν χρείαισιν, ὥσπερ εὐπρεπὴς χαλκός.
4
788c
οὐ γὰρ τόσον
5
σώματος ἀσθένεια κακὸν πρόσεστι ταῖς πολιτείαις τῶν παρʼ ἡλικίαν ἐπὶ τὸ βῆμα καὶ τὸ στρατήγιον βαδιζόντων, ὅσον ἔχουσιν ἀγαθὸν
25
τὴν εὐλάβειαν καὶ τὴν φρόνησιν, καὶ τὸ μὴ
φαινόμενον
6
ἀλλὰ τὰ μὲν ἐσφαλμένα τὰ δʼ ὑπὸ δόξης κενῆς προσπίπτειν πρὸς τὰ κοινὰ καὶ συνεφέλκεσθαι τὸν ὄχλον, ὥσπερ θάλατταν ὑπὸ πνευμάτων ἐκταραττόμενον, ἀλλὰ πράως τε χρῆσθαι
7
καὶ μετρίως
5
τοῖς ἐντυγχάνουσιν. ὅθεν αἱ πόλεις, ὅταν πταίσωσιν ἢ φοβηθῶσι, πρεσβυτέρων ποθοῦσιν ἀρχὴν
788d
ἀνθρώπων · καὶ πολλάκις ἐξ ἀγροῦ κατάγουσαι γέροντα μὴ δεόμενον μηδὲ βουλόμενον ἠνάγκασαν ὥσπερ οἰάκων ἐφαψάμενον εἰς ἀσφαλὲς καταστῆσαι
10
τὰ πράγματα, παρωσάμεναί τε
8
στρατηγοὺς καὶ δημαγωγοὺς βοᾶν μέγα καὶ λέγειν ἀπνευστὶ καὶ νὴ Δία τοῖς πολεμίοις
9
διαβάντας εὖ μάχεσθαι δυναμένους οἷον οἱ ῥήτορες Ἀθήνησι Τιμοθέῳ καὶ Ἰφικράτει Χάρητα τὸν Θεοχάρους ἐπαποδύοντες ἀκμάζοντα
15
τῷ σώματι καὶ ῥωμαλέον ἠξίουν τοιοῦτον εἶναι τὸν τῶν Ἀθηναίων στρατηγόν, ὁ δὲ Τιμόθεος
788e
οὐ μὰ τοὺς θεούς εἶπεν
ἀλλὰ τοιοῦτον μὲν εἶναι
10
τὸν μέλλοντα τῷ στρατηγῷ τὰ στρώματα κομίζειν, τὸν δὲ στρατηγὸν
ἅμα πρόσω καὶ ὀπίσω τῶν πραγμάτων
20
ὁρῶντα καὶ μηδενὶ πάθει τοὺς περὶ τῶν συμφερόντων λογισμοὺς ἐπιταραττόμενον. ὁ γὰρ Σοφοκλῆς
11
ἄσμενος ἔφη τὰ ἀφροδίσια γεγηρακὼς ἀποπεφευγέναι καθάπερ ἄγριον καὶ λυσσῶντα δεσπότην ἐν δὲ ταῖς πολιτείαις οὐχ ἕνα δεῖ δεσπότην,
ἔρωτα παίδων ἢ γυναικῶν, ἀποφεύγειν, ἀλλὰ πολλοὺς
12
μανικωτέρους τούτου, φιλονεικίαν, φιλοδοξίαν, τὴν τοῦ πρῶτον εἶναι καὶ μέγιστον ἐπιθυμίαν, γονιμώτατον φθόνου νόσημα καὶ ζηλοτυπίας καὶ διχοστασίας
5
788f
ὧν τὰ μὲν ἀνίησι καὶ παραμβλύνει τὰ δʼ ὅλως ἀποσβέννυσι καὶ καταψύχει τὸ γῆρας, οὐ τοσοῦτον τῆς πρακτικῆς ὁρμῆς παραιρούμενον, ὅσον τῶν ἀκρατῶν καὶ διαπύρων ἀπερύκει παθῶν, ὥστε νήφοντα καὶ καθεστηκότα τὸν λογισμὸν ἐπάγειν
10
ταῖς φροντίσιν.