ΑΥΤΟΒΟΥΛΟΣ.
λεγομένων τούτων ὁ Πεισίας ἦν δῆλος ἀγανακτῶν καὶ παροξυνόμενος ἐπὶ τὸν Δαφναῖον· μικρὸν 20 δʼ αὐτοῦ καταλιπόντος 1 ὦ Ἡράκλεις ἔφη τῆς εὐχερείας καὶ θρασύτητος· ἀνθρώπους ὁμολογοῦντας 752c ὥσπερ οἱ κύνες ἐκ τῶν 2 μορίων συνηρτῆσθαι πρὸς τὸ θῆλυ μεθιστάναι καὶ μετοικίζειν τὸν θεὸν ἐκ γυμνασίων καὶ περιπάτων καὶ τῆς ἐν ἡλίῳ καθαρᾶς 25 καὶ ἀναπεπταμένης διατριβῆς εἰς ματρυλεῖα 3 καὶ κοπίδας καὶ φάρμακα καὶ μαγεύματα καθειργνύμενον ἀκολάστων γυναικῶν ἐπεὶ ταῖς· γε σώφροσιν οὔτʼ ἐρᾶν οὔτʼ ἐρᾶσθαι δήπου προσῆκόν ἐστιν. ἐνταῦθα μέντοι καὶ ὁ πατὴρ ἔφη τοῦ Πρωτογένους 5 ἐπιλαβέσθαι καὶ εἰπεῖνAmatorius. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1892.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.