ΑΥΤΟΒΟΥΛΟΣ.
750a ἵνʼ οὖν μὴ παροξύνοντες ἀλλήλους κατὰ μικρὸν εἰς ὀργὴν προαγάγοιεν, ὥσπερ διαιτητὰς ἑλόμενοι καὶ βραβευτὰς τὸν πατέρα καὶ τοὺς σὺν αὐτῷ 10 παρεγένοντο· καὶ τῶν ἄλλων φίλων οἷον ἐκ παρασκευῆς τῷ μὲν ὁ Δαφναῖος παρῆν τῷ δʼ ὁ Πρωτογένης ἀλλʼ οὗτος μὲν ἀνέδην ἔλεγε κακῶς τὴν Ἰσμηνοδώραν· ὁ δὲ Δαφναῖος ὦ Ἡράκλεις ἔφη τί οὐκ ἄν τις προσδοκήσειεν, εἰ καὶ Πρωτογένης 15 ἔρωτι πολεμήσων πάρεστιν ᾧ καὶ παιδιὰ 1 πᾶσα καὶ σπουδὴ περὶ Ἔρωτα καὶ διʼ Ἔρωτος 2 , 750bAmatorius. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1892.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.