ΦΛΑΟΥΙΑΝΟΣ.
748e Ἑν Ἑλικῶνι φῆς, ὦ Λύτόβουλε, 748f τοὺς περὶ Ἑρωτος λόγους γενέσθαι, οὓς εἴτε γραψάμενος εἴτε καταμνημονεύσας τῷ πολλάκις ἐπανερέσθαι 5 τὸν πατέρα νυνὶ μέλλεις ἡμῖν δεηθεῖσιν ἀπαγγέλλειν.ΑΥΤΟΒΟΥΛΟΣ.
ἐν Ἑλικῶνι παρὰ ταῖς Μούσαις, ὦ Φλαουιανέ, τὰ Ἐρωτικὰ Θεσπιέων ἀγόντων· ἄγουσι γὰρ ἀγῶνα πενταετηρικόν 1 , ὥσπερ καὶ ταῖς 10 Μούσαις, καὶ τῷ Ἔρωτι φιλοτίμως πάνυ καὶ λαμπρῶς.ΦΛΑΟΥΙΑΝΟΣ.
οἶσθʼ οὖν ὃ σοῦ 2 μέλλομεν δεῖσθαι πάντες οἱ πρὸς τὴν ἀκρόασιν ἥκοντες;ΑΥΤΟΒΟΥΛΟΣ.
οὔκ· ἀλλʼ εἴσομαι λεγόντων. 15ΑΥΤΟΒΟΥΛΟΣ.
τί δὲ δεῖται τοιούτων, ὦ ἄριστε Φλαουιανέ, προοιμίων ἡ διήγησις; εὐθὺς ἡ πρόφασις, ἐξ ἧς ὡρμήθησαν οἱ λόγοι, χορὸν αἰτεῖ τῷ πάθει καὶ σκηνῆς δεῖται, τὰ τʼ ἄλλα δράματος οὐδὲν ἐλλείπει· μόνον εὐχώμεθα τῇ μητρὶ τῶν Μουσῶν 749b ἵλεων 5 παρεῖναι καὶ συνανασῴζειν τὸν μῦθον.Amatorius. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1892.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.