[3] ὑπολαβὼν δʼ ὁ Γλαυκίας ἔφη πρῶτον μὲν ἔν τε δόγμασι καὶ νόμοις ἔν τε συνθήκαις καὶ ὁμολογίαις
10
κυριώτερα τὰ δεύτερα
20
νομίζεσθαι καὶ βεβαιότερα τῶν πρώτων·
δεύτεραι δʼ ἦσαν αἱ δι Ἀγαμέμνονος ὁμολογίαι τέλος ἔχουσαι θάνατον, οὐχὶ ἧτταν τοῦ κρατηθέντος. ἔπειτʼ ἐκείνη μὲν λόγοις, αὗται δὲ καὶ μεθʼ ὅρκων εἵποντο καὶ προσῆσαν
15
742e
ἀραὶ τοῖς παραβαίνουσιν, οὐχ ἑνὸς ἀνδρὸς ἀλλὰ πάντων ἀποδεχομένων καὶ συνομολογούντων· ὥστε ταῦτα
21
γεγονέναι κυρίως ὁμολογίας, ἐκείνας δὲ μόνας προκλήσεις. μαρτυρεῖ δʼ ὁ Πρίαμος, μετὰ τὰ ὅρκια τοῦ ἀγῶνος ἀπιὼν, καί,
20
Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
22
ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν·
ᾔδει γὰρ ἐπὶ τούτοις τὰς ὁμολογίας γεγενημένας·
742f
διὸ καὶ μετὰ μικρὸν ὁ Ἕκτωρ φησὶν
ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν·
23
25
ἀτελὴς γὰρ ἔμεινεν ὁ ἀγὼν, καὶ πέρας ἀναμφισβήτητον οὐκ εἶχε μηδετέρου πεσόντος. ὅθεν ἔμοιγε
δοκεῖ μηδʼ ἀντινομικὸν
24
γεγονέναι τὸ ζήτημα, ταῖς δευτέραις ὁμολογίαις τῶν πρώτων ἐμπεριεχομένων ὁ γὰρ ἀποκτείνας νενίκηκεν, οὐ μὴν ὁ νικήσας ἔκτεινεν. συνελόντι
25
δʼ εἰπεῖν, Ἀγαμέμνων οὐκ ἔλυσε
5
τὴν τοῦ Ἕκτορος πρόκλησιν ἀλλʼ ἐσαφήνισεν, οὐδὲ μετέθηκεν ἀλλὰ προσέθηκε τὸ
26
κυριώτατον, ἐν τῷ
743a
κτεῖναι
27
τὸ νικῆσαι θέμενος· αὕτη γάρ ἐστι νίκη παντελής, αἱ δʼ ἄλλαι προφάσεις καὶ ἀντιλογίας ἔχουσιν, ὡς ἡ παρὰ Μενελάου μήτε τρώσαντος
10
μήτε διώξαντος. ὥσπερ οὖν ἐν ταῖς ἀληθιναῖς ἀντινομίαις οἱ δικασταὶ τῷ μηδὲν ἀμφισβητήσιμον ἔχοντι προστίθενται, τὸν ἀσαφέστερον ἐάσαντες οὕτως ἐνταῦθα τὴν ἀπροφάσιστον καὶ γνώριμον τέλος
28
ἄγουσαν ὁμολογίαν βεβαιοτέραν χρὴ καὶ κυριωτέραν
15
νομίζειν, ὃ δὲ μέγιστόν ἐστιν, αὐτὸς ὁ δοκῶν κρατεῖν, οὐκ ἀποστὰς φυγόντος οὐδὲ παυσάμενος, ἀλλὰ πανταχόσε
φοιτῶν ἀνʼ ὅμιλον
29
εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα
30
743b
μεμαρτύρηκεν ἄκυρον εἶναι καὶ ἀτελῆ νίκην
31
, ἐκείνου
20
διαπεφευγότος· οὐδʼ
32
ἠμνημόνει τῶν ὑπʼ αὐτοῦ διειρημένων
33
,
ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται,
τεθναίη, ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.
34
διὸ ζητεῖν μὲν ἀναγκαῖον ἦν αὐτῷ τὸν Ἀλέξανδρον, ὅπως ἀποκτείνας συντελέσῃ τὸ τοῦ ἀγῶνος ἔργον· μὴ κτείνας δὲ μηδὲ λαβὼν οὐ δικαίως ἀπῄτει τὸ νικητήριον. οὐδὲ γὰρ ἐνίκησεν, εἰ δεῖ τεκμήρασθαι τοῖς ὑπʼ αὐτοῦ λεγομένοις, ἐγκαλοῦντος τῷ Διὶ καὶ
5
τὰς ἀποτεύξεις ὀδυρομένου
35
·
743c
Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος,
νῦν δέ μοι ἐν χείρεσσιν ἄγη
36
ξίφος, ἐκ δέ μοι ἔγχος
ἠίχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν
10
αὐτὸς γὰρ ὁμολογεῖ μηδὲν εἶναι τὸ διακόψαι τὸ ἀσπίδιον καὶ λαβεῖν ἀπορρυὲν τὸ κράνος, εἰ μὴ βάλοι
37
15
μηδʼ ἀποκτείνειε τὸν πολέμιον.