[1]
5
θόρυβός τις, ἑστιωμένων ἡμῶν Ἀθήνησι παρʼ Ἀμμωνίῳ, τὴν οἰκίαν περιήχησεν, ἔξωθεν ἐπιβοωμένων
10
720d
τὸν στρατηγόν· ἐστρατήγει δὲ τὸ τρίτον ὁ Ἀμμώνιος. ἐπεὶ δὲ πέμψας τῶν περὶ αὑτόν
1
τινας ἔπαυσε τὴν ταραχήν, καὶ παρέπεμψαν τοὺς ἀνθρώπους, ἐζητοῦμεν ἡμεῖς, διὰ τί τῶν ἔξωθεν βοώντων συνεξακούουσιν οἱ ἐντός, οἱ δʼ ἔξω τῶν ἐντὸς οὐχ
15
ὁμοίως. καὶ ὁ Ἀμμώνιος ἔφη τοῦτο μὲν ὑπʼ Ἀριστοτέλους
2
λελύσθαι· τὴν γὰρ φωνὴν τῶν ἔνδον ἔξω φερομένην εἰς ἀέρα πολὺν καὶ ἀναπεπταμένον εὐθὺς ἐξαμαυροῦσθαι καὶ διασπείρεσθαι, τὴν δʼ ἔξωθεν εἴσω
720e
κατιοῦσαν οὐδὲν τοιοῦτο πάσχειν ἀλλὰ συνέχεσθαι
20
καὶ διαμένειν εὔσημον· ἐκεῖνο δὲ μᾶλλον λόγου δεῖσθαι, τὸ νυκτὸς ἠχωδεστέρας εἶναι τὰς φωνὰς καὶ πρὸς τῷ μεγέθει τὴν τρανότητα καθαρῶς συνδιαφυλάττειν.
ἐμοὶ μὲν οὖν εἶπεν
οὐ φαύλως ἡ πρόνοια δοκεῖ μεμηχανῆσθαι τῇ ἀκοῇ σαφήνειαν, ὅτε τῆς ὄψεως οὐδὲν ἢ κομιδῇ τι μικρὸν ἔργον ἐστί. σκοτεινὸς γὰρ ὢν ὁ ἀὴρ κατʼ Ἐμπεδοκλέα
νυκτὸς ἐρημαίης ἀλαώπιδος
3
,
5
ὅσον τῶν ὀμμάτων ἀφαιρεῖται τοῦ προαισθάνεσθαι, διὰ τῶν ὤτων ἀποδίδωσιν. ἐπεὶ δὲ δεῖ καὶ τὰ διʼ ἀνάγκης φύσει περαινόμενα τῶν αἰτίων
4
ἀνευρίσκειν, καὶ τοῦτο τοῦ φυσικοῦ
5
ἴδιόν ἐστιν, ἡ περὶ τὰς ὑλικὰς καὶ ὀργανικὰς ἀρχὰς πραγματεία· τίς ἂν ἔφη
10
720f
πρῶτος ὑμῶν εὐπορήσειε λόγου τὸ πιθανὸν ἔχοντος;