[1] μετὰ τοῦτο περὶ τῶν λυκοβρώτων ἐζητεῖτο
1
5
προβάτων, ἃ λέγεται τὸ μὲν κρέας γλυκύτατον παρέχειν
642c
τὸ δʼ ἔριον φθειροποιόν. οὐ φαύλως οὖν ἐδόκει Πατροκλέας
2
ὁ γαμβρὸς ἐπιχειρεῖν περὶ τῆς
10
γλυκύτητος, ὡς τοῦ θηρίου τῷ δήγματι τὴν σάρκα τακερὰν ποιοῦντος· καὶ γὰρ εἶναι τὸ πνεῦμα τοῦ λύκου περίθερμον οὕτω καὶ πυρῶδες, ὥστε τὰ σκληρότατα τῶν ὀστῶν ἐν τῇ κοιλίᾳ τήκειν καὶ καθυγραίνειν διὸ καὶ σήπεσθαι τὰ λυκόβρωτα τῶν
15
ἄλλων τάχιον. περὶ δὲ τῶν ἐρίων διηποροῦμεν, μήποτʼ οὐ γεννᾷ τοὺς φθεῖρας ἀλλʼ ἐκκαλεῖται, τραχύτητός τινος ἀμυκτικῆς ἢ θερμότητος ἰδιότητι
642d
διακρίνοντα τὴν σάρκα· ταύτην δὲ τοῖς ἐρίοις τὴν δύναμιν ἐγγίγνεσθαι
3
πρὸς τὸ τοῦ λύκου δῆγμα καὶ
20
τὸ πνεῦμα, μεταβάλλοντος ἄχρι τῶν τριχῶν
4
τοῦ σφαττομένου. καὶ συνεβάλλετο τῷ λόγῳ πίστιν ἡ ἱστορία τῶν γὰρ κυνηγῶν καὶ τῶν μαγείρων ἐπιστάμεθα τοὺς μὲν μιᾷ πληγῇ καταβάλλοντας, ὥστʼ
ἀπνευστὶ τὰ πληγέντα
5
κεῖσθαι, τοὺς δὲ πολλαῖς μόγις καὶ χαλεπῶς ἀναιροῦντας· ὃ δὲ τούτου θαυμασιώτερόν ἐστι, τοὺς μὲν τοιαύτην ἐνιέντας μετὰ τοῦ σιδήρου τῷ τιτρωσκομένῳ δύναμιν, ὥστε ταχὺ
5
642e
σήπεσθαι καὶ μηδὲ πρὸς μίαν ἡμέραν ἀντέχειν, τοὺς δʼ ἀποκτείνοντας
6
μὲν οὐ βράδιον ἐκείνων, οὐδὲν δὲ τοιοῦτο γιγνόμενον περὶ τὴν σάρκα τῶν σφαγέντων ἀλλʼ ἐπὶ χρόνον διαμένουσαν. ὅτι δʼ αἱ κατὰ
7
τὰς σφαγὰς καὶ τοὺς θανάτους τῶν ζῴων
10
μεταβολαὶ μέχρι δερμάτων καὶ τριχῶν καὶ ὀνύχων διατείνουσιν, ἀποδηλοῦν
8
εἴωθε τῷ
9
λέγειν καὶ Ὅμηρος
10
ἐπὶ τῶν δερμάτων καὶ τῶν ἱμάντων, ὅτι φησὶν ἱμὰς
11
βοὸς ἶφι κταμένοιο· τῶν γὰρ μὴ νόσῳ μηδὲ γήρᾳ διαλυομένων ἀλλʼ ὑπὸ σφαγῆς εὔτονον τὸ
15
δέρμα καὶ στιφρὸν
12
γίγνεσθαι· τὰ δʼ ὑπὸ θηρίων δηχθέντα καὶ τοὺς ὄνυχας μελαίνεσθαι καὶ τριχορροεῖν καὶ τοῖς δέρμασι φλιδᾶν καὶ ῥακοῦσθαι.
642f