[17] ἀλλʼ ἐπονείδιστον ὁ φυγάς ἐστι; παρά γε τοῖς ἄφροσιν, οἳ καὶ τὸν πτωχὸν λοιδόρημα ποιοῦνται καὶ τὸν φαλακρὸν καὶ τὸν μικρόν, καὶ νὴ Δία τὸν ξένον καὶ τὸν μέτοικον. ἀλλὰ μὴν οἱ μὴ τούτοις ὑποφερόμενοι θαυμάζουσι τοὺς ἀγαθούς, κἂν
20
πένητες ὦσι κἂν ξένοι κἂν φυγάδες. ἀλλʼ οὐχ ὁρῶμεν, ὥσπερ τὸν Παρθενῶνα καὶ τὸ Ἐλευσίνιον, οὕτω καὶ τὸ Θησεῖον ἅπαντας προσκυνοῦντας; καὶ μὴν ἔφυγε Θησεὺς ἐξ Ἀθηνῶν, διʼ ὃν ἥκουσι
1
νῦν εἰς Ἀθήνας ἄνθρωποι, καὶ πόλιν ἀπέβαλεν ἣν οὐκ
25
607b
ἔσχεν ἀλλʼ αὐτὸς ἐποίησε. τῇ δʼ Ἐλευσῖνι τί
λείπεται καλόν, ἂν αἰσχυνώμεθα τὸν Εὔμολπον, ὃς ἐκ Θρᾴκης μεταστὰς ἐμύησε καὶ μυεῖ τοὺς Ἕλληνας; Κόδρος δὲ τίνος ὢν ἐβασίλευσεν; οὐ Μελάνθου φυγάδος ἐκ Μεσσήνης; τὸ δὲ τοῦ Ἀντισθένους οὐκ
5
ἐπαινεῖς πρὸς τὸν εἰπόντα ὅτι
Φρυγία σού ἐστιν ἡ μήτηρ;
καὶ γὰρ ἡ τῶν θεῶν τί οὖν οὐ καὶ σὺ λοιδορούμενος φυγὰς ἀποκρίνῃ
καὶ γὰρ ὁ τοῦ Ἡρακλέους τοῦ καλλινίκου πατὴρ φυγὰς ἦν, καὶ ὁ τοῦ Διονύσου πάππος, ὡς ἐξεπέμφθη τὴν Εὐρώπην ἀνευρεῖν,
10
οὐδʼ αὐτὸς ἐπανῆλθε
Φοίνιξ πεφυκώς, ἐκ· δʼ ὁρίζεται
2
γένος,ʼ
607c
εἰς τὰς Θήβας παραγενόμενος,
εὔιον ὀρσιγύναικα
3
Διόνυσον μαινομέναις ἀνθέοντα τιμαῖς; καὶ περὶ μὲν ὧν Αἰσχύλος
4
ᾐνίξατο καὶ ὑπεδήλωσεν εἰπών
15
ἁγνόν τʼ Ἀπόλλω
5
φυγάδʼ ἀπʼ οὐρανοῦ θεόν
εὔστομά μοι κείσθω καθʼ Ἡρόδοτον· ὁ δʼ Ἐμπεδοκλῆς
6
ἐν ἀρχῇ τῆς φιλοσοφίας προαναφωνήσας
ἔστιν
7
ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν,
εὖτὲ τις ἀμπλακίῃσι φόνῳ φίλα γυῖα μιήνῃ
8
,
20
δαίμονες
9
οἵ τε μακραίωνος
10
λελόγχασι βίοιο·
τρίς μιν μυρίας ὥρας ἀπὸ μακάρων ἀλάλησθαι.
607d
τὴν
11
καὶ ἐγὼ νῦν εἶμι
12
φυγὰς θεόθεν καὶ ἀλήτης·
οὐχ ἑαυτόν, ἀλλʼ ἀφʼ ἑαυτοῦ πάντας ἀποδείκνυσι μετανάστας ἐνταῦθα καὶ ξένους καὶ φυγάδας ἡμᾶς
5
ὄντας. οὐ γὰρ αἷμα, φησίν, ἡμῖν οὐδὲ πνεῦμα συγκραθέν, ὦ ἄνθρωποι, ψυχῆς οὐσίαν καὶ ἀρχὴν παρέσχεν, ἀλλʼ ἐκ τούτων τὸ σῶμα συμπέπλασται γηγενὲς καὶ θνητόν· τῆς δὲ ψυχῆς ἀλλαχόθεν ἡκούσης δεῦρο, τὴν γένεσιν ἀποδημίαν ὑποκορίζεται τῷ
10
πραοτάτῳ τῶν ὀνομάτων· τὸ δʼ ἀληθέστατον, φεύγει καὶ πλανᾶται θείοις ἐλαυνομένη δόγμασι καὶ νόμοις· εἶθʼ, ὥσπερ ἐν νήσῳ σάλον ἐχούσῃ πολύν, καθάπερ
607e
φησὶν ὁ Πλάτων
13
,
ὀστρέου τρόπον ἐνδεδεμένη τῷ σώματι διὰ τὸ μὴ ἀναφέρειν μηδὲ μνημονεύειν
14
15
ἐξ οἵης τιμῆς τε καὶ ὅσσου
15
μήκεος ὄλβου
16
μεθέστηκεν, οὐ Σάρδεων Ἀθήνας οὐδὲ Κορίνθου Λῆμνον ἢ Σκῦρον ἀλλʼ οὐρανοῦ καὶ σελήνης γῆν ἀμειψαμένη καὶ τὸν ἐπὶ γῆς βίον, ἐὰν
17
μικρὸν ἐνταῦθα τόπον ἐκ τόπου παραλλάξῃ, δυσανασχετεῖ καὶ
20
ξενοπαθεῖ, καθάπερ φυτὸν ἀγεννὲς
18
ἀπομαραινομένη. καίτοι φυτῷ μὲν ἔστι τις χώρα μᾶλλον ἑτέρας ἑτέρα πρόσφορος, ἐν ᾗ τρέφεται καὶ βλαστάνει βέλτιον·
607f
ἀνθρώπου δʼ οὐδεὶς ἀφαιρεῖται τόπος εὐδαιμονίαν, ὥσπερ οὐδʼ ἀρετὴν οὐδὲ φρόνησιν, ἀλλʼ Ἀναξαγόρας
μὲν ἐν τῷ δεσμωτηρίῳ τὸν τοῦ κύκλου τετραγωνισμὸν ἔγραφε, Σωκράτης δὲ φάρμακον πίνων ἐφιλοσόφει καὶ παρεκάλει φιλοσοφεῖν τοὺς συνήθεις, εὐδαιμονιζόμενος ὑπʼ αὐτῶν· τὸν δὲ Φαέθοντα καὶ τὸν Τάνταλον
5
εἰς τὸν οὐρανὸν ἀναβάντας οἱ ποιηταὶ λέγουσι ταῖς μεγίσταις συμφοραῖς περιπεσεῖν διὰ τὴν ἀφροσύνην.