[12] ἀλλὰ ταῦτα μέν, ὦ φίλε, καὶ τὰ τοιαῦτα πρὸς ἐκείνους λέγωμεν κἀκείνοις ἐπᾴδωμεν, οἷς εἰς νῆσον ἀπῳκισμένοις ἀνεπίμικτα ποιεῖ τἄλλα
1
;
25
πόντος ἁλὸς, ὃ πολεῖς
2
ἀέκοντας ἐρύκει·
σοὶ δʼ οὐχ ἑνὸς δεδομένου μόνον,
3
ἀλλʼ ἀπειρημένου τόπου, πασῶν ἐστιν ἐξουσία πόλεων ἡ μιᾶς κώλυσις. ἀλλὰ μὴν τῷ
οὐκ ἄρχομεν οὐδὲ βουλεύομεν οὐδʼ ἀγωνοθετοῦμεν ἀντίθες
4
τὸ
οὐ στασιάζομεν οὐδʼ
5
5
ἀναλίσκομεν οὐδὲ προσηρτήμεθα θύραις ἡγεμόνος· οὐδὲν οὖν
6
μέλει ἡμῖν
7
, ὅστις ὁ κεκληρωμένος τὴν ἐπαρχίαν ἐστίν, εἰ ἀκράχολος
8
εἰ ἐπαχθής. ἀλλʼ
9
ἡμεῖς, καθάπερ Ἀρχίλοχος τῆς Θάσου τὰ καρποφόρα καὶ
604c
οἰνόπεδα παρορῶν, διὰ τὸ τραχὺ καὶ ἀνώμαλον διέβαλε
10
τὴν νῆσον εἰπών
10
ἕστηκεν ὕλης; ἀγρίας ἐπιστεφής,
οὕτω τῆς φυγῆς πρὸς ἓν μέρος τὸ ἄδοξον ἐντεινόμενοι παρορῶμεν τὴν ἀπραγμοσύνην καὶ τὴν σχολὴν
15
καὶ τὴν ἐλευθερίαν. καίτοι τούς γε Περσῶν βασιλέας ἐμακάριζον ἐν Βαβυλῶνι τὸν χειμῶνα διάγοντας, ἐν δὲ Μηδίᾳ τὸ θέρος, ἐν δὲ Σούσοις τὸ ἥδιστον τοῦ ἔαρος. ἔξεστι δήπου
11
καὶ τῷ, μεθεστῶτι μυστηρίοις ἐν Ἐλευσῖνι διατρίβειν Διονυσίοις ἐν
20
Ἀθήναις, Ὀλύμπιʼ ἐν Πίσῃ Νέμεʼ ἐν
12
Ἄργει πανηγυρίζειν, Πυθίων ἀγομένων εἰς Δελφοὺς παρελθεῖν,
604d
Ἰσθμίων εἰς Κόρινθον, ἄνπερ ᾖ φιλοθέωρος· εἰ δὲ μή, σχολὴ περίπατος ἀνάγνωσις ὕπνος ἀθορύβητος· τὸ τοῦ Διογένους
Ἀριστοτέλης ἀριστᾷ, ὅταν δοκῇ Φιλίππῳ, Διογένης, ὅταν Διογένει μήτε πραγματείας μήτʼ ἄρχοντος μήθʼ ἡγεμόνος τὴν συνήθη δίαιταν περισπῶντος.