[1]
575a
Απχιδαμος. ζωγράφου τινός, ὦ Καφεισία,
575b
μέμνημαί
1
περὶ τῶν θεωμένων τοὺς γεγραμμένους πίνακας λόγον οὐ φαῦλον ἀκούσας ἐν εἰκόνι λελεγμένον.
20
ἔφη γὰρ ἐοικέναι τοὺς μὲν ἰδιώτας καὶ ἀτέχνους θεατὰς ὄχλον ὁμσῦ πολὺν ἀσπαζομένοις, τοὺς
δὲ κομψοὺς καὶ φιλοτέχνους καθʼ ἕκαστον ἰδίᾳ τῶν ἐντυγχανόντων προσαγορεύουσι. τοῖς μὲν γὰρ οὐκ ἀκριβὴς ἀλλὰ τύπῳ τινὶ γίγνεται μόνον ἡ τῶν ἀποτελεσμάτων σύνοψις, τοὺς δὲ τῇ κρίσει κατὰ μέρος τὸ
5
ἔργον διαλαμβάνοντας οὐδὲν ἀθέατον οὐδʼ ἀπροσφώνητον ἐκφεύγει τῶν καλῶς ἢ τοὐναντίον γεγονότων. οἶμαι δὴ καὶ περὶ τὰς ἀληθινὰς πράξεις
575c
ὁμοίως τῷ μὲν ἀργοτέρῳ
2
τὴν διάνοιαν ἐξαρκεῖν πρὸς ἱστορίαν, εἰ τὸ κεφάλαιον αὐτὸ καὶ τὸ πέρας
10
πύθοιτο τοῦ πράγματος· τὸν δὲ φιλότιμον καὶ φιλόκαλον τῶν ὑπὲρ ἀρετῆς ὥσπερ τέχνης μεγάλης ἀπειργασμένων
3
θεατὴν τὰ καθʼ ἕκαστα μᾶλλον εὐφραίνειν τῷ μὲν
4
τοῦ τέλους πολλὰ κοινὰ πρὸς τὴν τύχην ἔχοντος, τὸν δʼ ἐν
5
ταῖς αἰτίαις καὶ τοῖς ἐπὶ
6
μέρους
15
ἀγῶνας ἀρετῆς
7
πρὸς τὰ συντυγχάνοντα καὶ τόλμας ἔμφρονας παρὰ τὰ δεινὰ καθορῶντα καιρῷ καὶ πάθει μεμιγμένου λογισμοῦ
8
. τοὺτου δὴ τοῦ γένους
575d
τῶν θεατῶν καὶ ἡμᾶς ὑπολαμβάνων εἶναι δίελθέ τε τὴν πρᾶξιν ἡμῖν
9
ἀπʼ ἀρχῆς ὡς ἐπράχθη καὶ τοὺς
20
λόγους οὓς εἰκὸς γενέσθαι σοῦ
10
παρόντος, ὡς ἐμοῦ μηδʼ ἂν εἰς Θήβας ἐπὶ τούτῳ κατοκνήσαντος ἐλθεῖν, εἰ μὴ καὶ νῦν Ἀθηναίοις πέρα τοῦ δέοντος ἐδόκουν βοιωτιάζειν.
11