[5] ἑξῆς δὲ σκεπτέον καὶ τὰ κατὰ τὸ πρός τι, πῶς μὲν πρὸς τὴν πρόνοιαν ἡ εἱμαρμένη· ἔχει, πῶς δὲ πρὸς τὴν τύχην καὶ τὸ γʼ ἐφʼ ἡμῖν καὶ τὸ ἐνδεχόμενον καὶ ὅσα τοιαῦτα· πρὸς δὲ τούτῳ διωρίσθω, πῆ μὲν ἀληθὲς πῆ δὲ ψεῦδος τὸ
πάντα καθʼ εἱμαρμένην.
10
570c
εἰ μὲν οὖν τὸ ἐν τῇ εἱμαρμένῃ πάντα περιέχεσθαι δηλοῖ, συγχωρητέον εἶναι ἀληθές· εἴθʼ ὅσα περὶ ἀνθρώπους εἴτε περὶ γῆν ἅπαντα εἴτε κατʼ οὐρανὸν γιγνόμενα, βούλεταί τις ἐν τῇ εἱμαρμένῃ τίθεσθαι, καὶ ταῦθʼ ὡς πρὸς τὸ παρὸν συγκεχωρήσθω.
15
εἰ δʼ, ὅπερ καὶ μᾶλλον ἐμφαίνει, τὸ καθʼ εἱμαρμένην
1
οὐχ ἅπαντα, ἀλλʼ αὐτὸ μόνον τὸ ἑπόμενον αὐτῷ σημαίνει, οὐ πάντα ῥητέον καθʼ εἱμαρμένην. οὐδὲ γὰρ νόμιμα οὐδὲ κατὰ νόμον πάνθʼ ὁπόσα περιείληφεν ὁ νόμος· καὶ γὰρ προδοσίαν καὶ
20
570d
λιποταξίαν καὶ μοιχείαν καὶ πολλὰ ἕτερα τοιαῦτα περιλαμβάνει, ὧν οὐδὲν ἄν τις εἴποι νόμιμον· ὁπότʼ οὐδὲ τὸ ἀριστεῦσαι ἢ τυραννοκτονῆσαι ἤ τι ἄλλο κατορθῶσαι φαίην ἂν ἔγωγε νόμιμον. τὸ μὲν γὰρ δὴ νόμιμον πρόσταγμα νόμου ἐστί· τὸ δʼ εἴπερ
2
ὁ νόμος
25
προστάττει, πῶς οὐκ ἂν ἀπειθοῖεν καὶ παρανομοῖεν οἵ γε μὴ ἀριστεύοντες καὶ τυραννοκτονοῦντες καὶ
ὅσοι τὰ τοιαῦτα μὴ κατορθοῦσιν; ἢ πῶς, εἰ παράνομοι οἵδε, οὐ δίκαιον κολάζειν τοὺς τοιούτους; εἴ γε μὴν ταῦτα λόγον οὐκ ἔχει, μόνα ῥητέον νόμιμὰ τε καὶ κατὰ νόμον τὰ ὑπὸ τοῦ νόμου ὁρισθέντʼ ἐπὶ
5
570e
τοῖς ὁπωσοῦν πραττομένοις· μόνα δʼ εἱμαρμένα καὶ καθʼ εἱμαρμένην τὰ ἀκόλουθα τοῖς ἐν τῇ θείᾳ διατάξει προηγησαμένοις. ὥστε πάντα μὲν τὰ γιγνόμενʼ ἡ εἱμαρμένη περιλαμβάνει, πολλὰ δὲ τῶν ἐν αὐτῇ καὶ σχεδὸν ὅσα προηγεῖται
3
οὐκ ὀρθὸν λέγειν
4
10
καθʼ εἱμαρμένην.