[1]
539a
τὸ περὶ ἑαυτοῦ λέγειν ὡς τι ὄντος ἢ δυναμένου
539b
πρὸς ἑτέρους, ὦ Ἥρκλανε, λόγῳ μὲν ἐπαχθὲς ἀποφαίνουσι πάντες καὶ ἀνελεύθερον, ἔργῳ δʼ οὐ πολλοὶ τὴν ἀηδίαν αὐτοῦ διαπεφεύγασιν οὐδὲ τῶν
5
ψεγόντων. ὁ γοῦν Εὐριπίδης
1
εἰπών
εἰ δʼ ἦσαν ἀνθρώποισιν ὠνητοὶ λόγοι,
οὐδεὶς ἂν αὑτὸν εὖ λέγειν ἐβούλετο·
νῦν δʼ, ἐκ βαθείας γὰρ πάρεστιν αἰθέρος
λαβεῖν ἀμισθί,
2
πᾶς τις ἥδεται λέγων
10
τὰ τʼ ὄντα καὶ μή· ζημίαν γὰρ οὐκ ἔχει
539c
φορτικωτάτῃ κέχρηται μεγαλαυχίᾳ συγκαταπλέκων τοῖς τραγῳδουμένοις πάθεσι καὶ πράγμασι μηδὲν προσήκοντα τὸν περὶ αὑτοῦ λόγον. ὁμοίως ὁ Πίνδαρος
3
φήσας
15
καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸν
οὐ παύεται μεγαληγορῶν περὶ τῆς ἑαυτοῦ δυνάμεως ἀξίας μὲν ἐγκωμίων οὔσης· τίς γὰρ οὔ φησιν; ἀλλὰ
καὶ τοὺς στεφανουμένους ἐν τοῖς ἀγῶσιν ἕτεροι νικῶντας ἀναγορεύουσι, τὴν ἀηδίαν τῆς περιαυτολογίας ἀφαιροῦντες. καὶ Τιμόθεον
5
ἐπὶ τῇ κατὰ Φρύνιδος νίκῃ γράφοντα
5
μακάριος ἦσθα, Τιμόθεε, κᾶρυξ
6
ὅτʼ εἶπεν
τὸν Κάμωνος
8
τὸν ἰωνοκάμπταν
9
εἰκότως δυσχεραίνομεν ὡς ἀμούσως καὶ παρανόμως;
539d
ἀνακηρύττοντα τὴν ἑαυτοῦ νίκην. αὐτῷ μὲν γὰρ ὁ
10
παρʼ ἄλλων ἔπαινος ἥδιστον ἀκουσμάτων ἐστίν, ὥσπερ ὁ Ξενοφῶν
10
εἴρηκεν· ἑτέροις δʼ ὁ περὶ αὑτοῦ λυπηρότατον. πρῶτον μὲν γὰρ ἀναισχύντους ἡγούμεθα τοὺς ἑαυτοὺς ἐπαινοῦντας, αἰδεῖσθαι προσῆκον αὐτοῖς κἂν ὑπʼ ἄλλων ἐπαινῶνται δεύτερον δʼ ἀδίκους,
15
ἃ λαμβάνειν ἔδει παρʼ ἑτέρων αὑτοῖς διδόντας· τρίτον ἢ σιωπῶντες ἄχθεσθαι καὶ φθονεῖν δοκοῦμεν, ἢ τοῦτο δεδοικότες ἀναγκαζόμεθα συνεφάπτεσθαι παρὰ γνώμην τῶν ἐπαίνων καὶ συνεπιμαρτυρεῖν,
539e
πρᾶγμα κολακείᾳ μᾶλλον ἀνελευθέρῳ προσῆκον ἢ
20
τιμῇ, τὸ ἐπαινεῖν παρόντας ὑπομένοντες.