[5] ἔτι τοίνυν τὸ μὲν φθονεῖν πρὸς οὐδένα γίγνεται δικαίως· οὐδεὶς γὰρ ἀδικεῖ τῷ εὐτυχεῖν, ἐπὶ
5
τούτῳ δὲ φθονοῦνται μισοῦνται δὲ πολλοὶ δικαίως,
537d
ὡς οὓς
1
ἀξιομισήτους καλοῦμεν,
2
ἂν μὴ φεύγωσι τοὺς τοιούτους μηδὲ βδελύττωνται καὶ δυσχεραίνωσι. μέγα δὲ τούτου τεκμήριον, ὅτι μισεῖν μὲν πολλοὺς ὁμολογοῦσιν ἔνιοι φθονεῖν δʼ οὐδενὶ λέγουσι. καὶ γὰρ
10
ἡ μισοπονηρία τῶν ἐπαινουμένων ἐστί· καὶ τὸν ἀδελφιδοῦν τοῦ Λυκούργου Χάριλλον, βασιλεύοντα τῆς Σπάρτης ἐπιεικῆ δʼ ὄντα καὶ πρᾶον ἐπαινούντων τινῶν, ὁ συνάρχων
καὶ πῶς ἔφη
χρηστός ἐστι Χάριλλος, ὃς οὐδὲ τοῖς πονηροῖς χαλεπός ἐστι; καὶ
15
τοῦ Θερσίτου ὁ ποιητὴς τὴν μὲν τοῦ σώματος κακίαν πολυμερῶς καὶ περιωδευμένως ἐξεμόρφησε, τὴν
537e
δὲ τοῦ ἤθους μοχθηρίαν συντομώτατα καὶ διʼ ἑνὸς
3
ἔφρασεν,
ἔχθιστος δʼ Ἀχιλῆι μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆι
4
20
ὑπερβολὴ γάρ τις φαυλότητος τὸ τοῖς κρατίστοις ἐχθρὸν εἶναι. καὶ
5
φθονεῖν δʼ ἀρνοῦνται κἂν ἐλέγχωνται, μυρίας σκήψεις προΐσχονται, ὀργίζεσθαι λέγοντες ἢ φοβεῖσθαι τὸν ἄνθρωπον ἢ μισεῖν ἢ ὁ τι ἂν τύχωσιν ἄλλο τῷ φθόνῳ τοῦ
6
πάθους ὄνομα
περιβάλλοντες καὶ καλύπτοντες, ὡς μόνον τοῦτο τῶν
7
ψυχῆς νοσημάτων ἀπόρρητον.