[6] ἀνάγκη
1
τοίνυν τὰ πάθη ταῦτα
2
τοῖς αὐτοῖς ὥσπερ τὰ φυτὰ καὶ τρέφεσθαι καὶ αὔξεσθαι καὶ ἐπιγίγνεσθαι
5
πέφυκεν ἀλλήλοις. μισοῦμέν
3
γε μᾶλλον
537f
τοὺς μᾶλλον εἰς πονηρίαν ἐπιδιδόντας, φθονοῦσι δὲ μᾶλλον τοὺς μᾶλλον ἐπʼ ἀρετῇ προϊέναι δοκοῦσι. διὸ καὶ Θεμιστοκλῆς ἔτι μειράκιον ὢν οὐδὲν ἔφη πράττειν λαμπρόν· οὔπω γὰρ φθονεῖσθαι. καθάπερ γὰρ
10
αἱ κανθαρίδες ἐμφύονται μάλιστα τῷ ἀκμάζοντι σίτῳ καὶ τοῖς εὐθαλέσι ῥόδοις, οὕτως ὁ φθόνος ἅπτεται μάλιστα τῶν χρηστῶν καὶ αὐξομένων πρὸς ἀρετὴν καὶ δόξαν ἠθῶν καὶ προσώπων.
4
καὶ τοὐναντίον αὖ πάλιν αἱ μὲν ἄκρατοι πονηρίαι συνεπιτείνουσι τὸ
15
538a
μῖσος. τοὺς γοῦν Σωκράτη συκοφαντήσαντας ὡς εἰς ἔσχατον κακίας ἐληλακότας οὕτως ἐμίσησαν οἱ πολῖται καὶ ἀπεστράφησαν, ὡς μήτε πῦρ αὔειν
5
μήτε
6
ἀποκρίνεσθαι πυνθανομένοις μήτʼ λουομένοις κοινωνεῖν ὕδατος, ἀλλʼ ἀναγκάζειν ἐκχεῖν ἐκεῖνο τοὺς
20
παραχύτας ὡς μεμιασμένον, ἕως ἀπήγξαντο μὴ φέροντες τὸ μῖσος. αἱ δὲ τῶν εὐτυχημάτων ὑπεροχαὶ καὶ λαμπρότητες πολλάκις τὸν φθόνον κατασβεννύουσιν. οὐ γὰρ εἰκὸς Ἀλεξάνδρῳ τινὰ φθονεῖν οὐδὲ Κύρῳ, κρατήσασι καὶ γενομένοις κυρίοις ἁπάντων.
25
ἀλλʼ ὥσπερ ὁ ἥλιος, ὧν ἂν ὑπὲρ κορυφῆς γένηται,
538b
καταχεόμενος τὸ φῶς ἢ παντάπασι τὴν σκιὰν ἀνεῖλεν ἢ μικρὰν ἐποίησεν, οὕτω πολὺ τῶν ὕψος λαβόντων καὶ γενομένων κατὰ κεφαλῆς τοῦ φθόνου, συστέλλεται καὶ ἀναχωρεῖ καταλαμπόμενος.
5
τὸ μέντοι μῖσος οὐκ ἀνίησιν ἡ τῶν ἐχθρῶν ὑπεροχὴ καὶ δύναμις. ὁ γοῦν Ἀλέξανδρος φθονοῦντα μὲν οὐδένʼ εἶχε, μισοῦντας δὲ πολλοὺς ὑφʼ ὧν τέλος ἐπιβουλευθεὶς ἀπέθανεν. ὁμοίως τοίνυν καὶ τὰ δυστυχήματα τοὺς μὲν φθονοῦντας παύει τὰς δʼ αὖ ἔχθρας
10
οὐκ ἀναιρεῖ· μισοῦσι γὰρ καὶ ταπεινοὺς τοὺς ἐχθροὺς γενομένους, φθονεῖ δʼ οὐδεὶς τῷ δυστυχοῦντι. ἀλλὰ
538c
καὶ τὸ ῥηθὲν ὑπό τινος τῶν καθʼ ἡμᾶς σοφιστῶν, ὅτι ἥδισθʼ οἱ φθονοῦντες ἐλεοῦσιν, ἀληθές ἐστιν· ὥστε καὶ ταύτῃ
7
μεγάλην εἶναι τῶν παθῶν διαφοράν,
15
ὡς τὸ μὲν μῖσος οὔτʼ εὐτυχούντων οὔτε δυστυχούντων ἀφίστασθαι πέφυκεν, ὁ δὲ φθόνος πρὸς τὴν ἀμφοῖν ὑπερβολὴν ἀπαγορεύει.