[4] ὅταν ἰατρὸς πρὸς ἄνθρωπον εἰσελθὼν ἐρριμμένον ἐν τῷ κλινιδίῳ καὶ στένοντα καὶ μὴ βουλόμενον
5
τροφὴν λαβεῖν, ἅψηται καὶ ἀνακρίνῃ καὶ εὕρῃ μὴ πυρέττοντα,
ψυχικὴ νόσος ἔφη καὶ ἀπῆλθεν οὐκοῦν καὶ ἡμεῖς ὅταν ἴδωμεν ἄνδρα τῷ πορισμῷ
524e
προστετηκότα καὶ τοῖς ἀναλώμασιν ἐπιστένοντα καὶ μηδενὸς εἰς χρηματισμὸν συντελοῦντος αἰσχροῦ μηδʼ
10
ἀνιαροῦ φειδόμενον, οἰκίας δʼ ἔχοντα καὶ χώρας καὶ ἀγέλας καὶ ἀνδράποδα σὺν ἱματίοις, τί φήσομεν τὸ πάθος εἶναι τἀνθρώπου ἢ πενίαν ψυχικήν; ἐπεὶ τήν γε χρηματικήν, ὥς φησιν ὁ Μένανδρος,
1
εἷς ἂν φίλος ἀπαλλάξειεν εὐεργετήσας· τὴν δὲ ψυχικὴν
15
ἐκείνην οὐκ ἂν ἐμπλήσειαν ἅπαντες οὔτε ζῶντες οὔτε ἀποθανόντες. ὅθεν εὖ πρὸς τούτους λέλεκται ὑπὸ τοῦ Σόλωνος
πλούτου δʼ οὐδὲν τέρμα πεφασμένον ἀνθρώποισιν.
524f
2
ἐπεὶ τοῖς γε νοῦν ἔχουσιν ὁ τῆς φύσεως πλοῦτος
20
ὥρισται καὶ τὸ τέρμα πάρεστι τῆς χρείας καθάπερ κέντρῳ καὶ διαστήματι περιγραφόμενον. ἀλλὰ καὶ τοῦτο τῆς φιλαργυρίας ἴδιον· ἐπιθυμία γάρ ἐστι μαχομένη πρὸς τὴν αὑτῆς πλήρωσιν· αἱ δʼ ἄλλαι καὶ συνεργοῦσιν οὐδεὶς γοῦν ἀπέχεται χρήσεως
3
ὄψου
25
διὰ φιλοψίαν οὐδʼ οἴνου διʼ οἰνοφλυγίαν, ὡς χρημάτων ἀπέχονται διὰ φιλοχρηματίαν. καίτοι πῶς
οὐ μανικὸν οὐδʼ οἰκτρὸν τὸ πάθος, εἴ τις ἱματίῳ μὴ χρῆται διὰ τὸ ῥιγοῦν μηδʼ ἄρτῳ διὰ τὸ πεινῆν μηδὲ πλούτῳ διὰ τὸ φιλοπλουτεῖν; ἀλλʼ ἐν τοῖς Θρασωνίδου κακοῖς ἐστιν·
5
525a
παρʼ ἐμοὶ γάρ ἐστιν ἔνδον, ἔξεστιν
4
δέ μοι
5
καὶ βούλομαι τοῦθʼ ὡς ἂν ἐμμανέστατα
κατακλείσας δὲ πάντα καὶ κατασφραγισάμενος, καὶ παραριθμήσας τοκισταῖς καὶ πραγματευταῖς, ἄλλα
10
συνάγω καὶ διώκω· καὶ ζυγομαχῶ πρὸς τοὺς οἰκέτας πρὸς τοὺς γεωργοὺς πρὸς τοὺς χρεώστας·
Ἄπολλον, ἀνθρώπων τινʼ
6
ἀθλιώτερον
7
ἑόρακας ἢ ἐρῶντα δυσποτμώτερον;