[8] οἱ δὲ πολυπράγμονες ὡς ἕωλόν τι πρᾶγμα καὶ ψυχρὸν καὶ ἀτράγῳδον φεύγοντες τὴν
ἀγροικίαν, εἰς τὸ δεῖγμα καὶ τὴν ἀγορὰν καὶ τοὺς λιμένας ὠθοῦνται·
μή τι καινόν;
οὐ γὰρ ἦς πρωῒ κατʼ ἀγοράν;
τί οὖν; ἐν ὥραις τρισὶν οἴει τὴν πόλιν μετακεκοσμῆσθαι; οὐ μὴν ἀλλʼ ἂν μέν τις ἔχῃ τι τοιοῦτον
5
εἰπεῖν, καταβὰς ἀπὸ τοῦ ἵππου δεξιωσάμενος καὶ
1
καταφιλήσας ἕστηκεν ἀκροώμενος. ἐὰν δʼ ἀπαντήσας εἴπῃ τις ὅτι οὐθὲν καινὸν, ὥσπερ ἀχθόμενος
τί λέγεις; φησὶν
οὐ γέγονας κατʼ ἀγοράν; οὐ
519b
παρελήλυθας τὸ στρατήγιον; οὐδὲ τοῖς ἐξ Ἰταλίας
10
ἥκουσιν ἐντετύχηκας; διὸ καλῶς οἱ τῶν Λοκρῶν ἄρχοντες, ἐπεί τις ἐξ ἀποδημίας προσιὼν ἠρώτησε
μή τι καινόν, ἐζημίωσαν αὐτόν. ὡς γὰρ οἱ μάγειροι φορὰν εὔχονται βοσκημάτων οἱ δʼ ἁλιεῖς ἰχθύων, οὕτως οἱ πολυπράγμονες εὔχονται φορὰν κακῶν καὶ
15
πλῆθος πραγμάτων καὶ καινότητας καὶ μεταβολάς, ἵνʼ ἀεί τι θηρεύειν καὶ κατακόπτειν ἔχωσιν. εὖ δὲ καὶ ὁ τῶν Θουρίων νομοθέτης· κωμῳδεῖσθαι γὰρ ἐκώλυσε τοὺς πολίτας πλὴν μοιχοὺς καὶ πολυπράγμονας.
519c
ἔοικε γάρ ἥ τε μοιχεία πολυπραγμοσύνη
20
τις ἀλλοτρίας ἡδονῆς εἶναι καὶ ζήτησις καὶ ἔρευνα τῶν φυλαττομένων καὶ λανθανόντων τοὺς πολλούς· ἥ τε πολυπραγμοσύνη παράλυσίς ἐστι καὶ φθορὰ
2
καὶ ἀπογύμνωσις τῶν ἀπορρήτων.