[2] ὅρα περὶ τοὺς γάμους ὅσον ἐστὶν ἐν τοῖς
20
ζῴοις τὸ κατὰ φύσιν. πρῶτον οὐκ ἀναμένει νόμους ἀγαμίου
1
καὶ ὀψιγαμίου, καθάπερ οἱ Λυκούργου πολῖται καὶ Σόλωνος
2
οὐδʼ ἀτιμίας ἀτέκνων δέδοικεν, οὐδὲ τιμὰς διώκει τρίπαιδας,
3
ὡς Ῥωμαίων πολλοὶ
γαμοῦσι καὶ γεννῶσιν, οὐχ ἳνα κληρονόμους ἔχωσιν
493f
ἀλλʼ ἵνα κληρονομεῖν δύνωνται. ἔπειτα μίγνυται τῷ θήλει τὸ ἄρρεν οὐχ ἅπαντα χρόνον· ἡδονὴν γὰρ οὐκ ἔχει τέλος ἀλλὰ γέννησιν καὶ τέκνωσιν. διὰ
5
τοῦτʼ ἔτους ὥρᾳ, ἣ πνοάς τε γονίμους ἔχει καὶ πρόσφορον λοχευομένοις κρᾶσιν, συνῆλθεν εἰς ταὐτὸ
4
τῷ ἄρρενι τὸ θῆλυ χειρόηθες καὶ ποθεινόν, ἡδείᾳ μὲν ὀσμῇ χρωτὸς ἰδίῳ δὲ κόσμῳ σώματος ἀγαλλόμενον, δρόσου καὶ βοτάνης ἀνάπλεων. καθαρᾶς· αἰσθόμενον
10
494a
δʼ ὅτι κύει καὶ πεπλήρωται, κοσμίως ἄπεισι καὶ προνοεῖ περὶ τὴν κύησιν καὶ σωτηρίαν τοῦ ἀποτεχθέντος. ἀξίως δʼ οὐκ ἔστιν εἰπεῖν τὰ δρώμενα, πλὴν ὅτι γίγνεται ἕκαστον αὐτῶν ἐν
5
τῷ φιλοστόργῳ, ταῖς προνοίαις, ταῖς καρτερίαις, ταῖς ἐγκρατείαις. ἀλλὰ
15
τὴν μέλιτταν ἡμεῖς σοφὴν καλοῦμεν καὶ νομίζομεν
ξανθὸν μέλι μηδομέναν
6
κολακεύοντες τὸ ἡδὺ καὶ γαργαλίζον ἡμᾶς τῆς γλυκύτητος· τὴν δὲ τῶν ἄλλων περὶ τὰς λοχείας καὶ τὰς ἀνατροφὰς σοφίαν καὶ τέχνην παρορῶμεν. οἷον
20
εὐθύς, ἡ ἁλκυὼν κύουσα τὴν νεοττιὰν συντίθησι, συλλαμβάνουσα τὰς ἀκάνθας τῆς θαλαττίας βελόνης καὶ ταύτας διʼ ἀλλήλων ἐγκαταπλέκουσα καὶ συνείρουσα,
494b
τὸ μὲν σχῆμα περιαγὲς ὡς ἁλιευτικοῦ κύρτου καὶ πρόμηκες ἀπεργάζεται· τῇ
7
δʼ ἁρμονίᾳ καὶ πυκνότητι
25
συμφράξασα τὰς ἀκάνθας
8
ἀκριβῶς ὑπέθηκε
9
τῷ
κλύσματι τοῦ κύματος, ὡς
10
τυπτόμενον ἡσυχῆ καὶ πηγνύμενον τὸ πίλημα τῆς ἐπιφανείας στεγανὸν γένηται· γίγνεται δὲ σιδήρῳ καὶ λίθῳ δυσδιαίρετον. ὃ δʼ ἐστὶ θαυμασιώτερον, οὕτω τὸ στόμα τῆς νεοττιᾶς
5
συμμέτρως πέπλασται
11
πρὸς τὸ μέγεθος καὶ τὸ μέτρον τῆς ἁλκυόνος, ὥστε μήτε μεῖζον ἄλλο μήτε μικρότερον ἐνδύεσθαι ζῷον, ὡς δέ φασι, μηδὲ θάλατταν
494c
παραδέχεσθαι
12
μηδὲ τὰ ἐλάχιστα. μάλιστα δʼ οἱ γαλεοὶ ζῳογονοῦσι μὲν ἐν ἑαυτοῖς, ἐκβαίνειν
10
δὲ παρέχουσιν ἐκτὸς καὶ νέμεσθαι τοῖς σκυμνίοις, εἶτα πάλιν ἀναλαμβάνουσι καὶ περιπτύσσουσιν ἐγκοιμώμενα τοῖς σπλάγχνοις. ἡ δʼ ἄρκτος, ἀγριώτατον καὶ σκυθρωπότατον θηρίον, ἄμορφα καὶ ἄναρθρα τίκτει· τῇ δὲ γλώττῃ καθάπερ ἐργαλείῳ διατυποῦσα
15
τοὺς ὑμένας
13
οὐ δοκεῖ γεννᾶν μόνον ἀλλὰ καὶ δημιουργεῖν τὸ τέκνον. ὁ δʼ Ὁμηρικὸς λέων,
ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται
14
ἐν ὕλῃ
15
ἄνδρες ἐπακτῆρες, ὁ δέ τε σθένεϊ βλεμεαίνει,
494d
πᾶν δὲ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων
20
ἆρʼ οὐχ ὅμοιός; ἐστι, διανοουμένῳ πρὸς τοὺς κυνηγοὺς σπένδεσθαι περὶ τῶν τέκνων; καθόλου γὰρ ἡ πρὸς τὰ ἔκγονα
16
φιλοστοργία καὶ τολμηρὰ τὰ δειλὰ
17
ποιεῖ, καὶ φιλόπονα τὰ ῥᾴθυμα καὶ φειδωλὰ τὰ
γαστρίμαργα καὶ ὥσπερ
18
ἡ Ὁμηρικὴ ὄρνις προσφέρουσα τοῖς νεοττοῖς
μάστακʼ, ἐπεί κε λάβῃσι, κακῶς δέ τε οἱ πέλει αὐτῇ
19
5
τῷ γὰρ αὑτῆς τρέφει λιμῷ τὰ ἔκγονα,
20
καὶ τὴν τροφὴν τῆς γαστρὸς ἁπτομένην ἀποκρατεῖ καὶ πιέζει τῷ στόματι, μὴ λάθῃ καταπιοῦσα
494e
ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα
21
ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι
10
τὸν περὶ τῶν τέκνων φόβον ὡς δεύτερον προσλαβοῦσα θυμόν. αἱ δὲ πέρδικες ὅταν διώκωνται μετὰ τῶν τέκνων, ἐκεῖνα μὲν ἐῶσι προπέτεσθαι καὶ φεύγειν, αὑταῖς δὲ μηχανώμεναι προσέχειν τοὺς θηρεύοντας ἐγγὺς κυλινδούμεναι καὶ καταλαμβανόμεναι,
15
μικρὸν ὑπεκθέουσιν, εἶτα πάλιν ἵστανται καὶ παρέχουσιν ἐν ἐφικτῷ τῆς ἐλπίδος ἑαυτάς, ἄχρι ἂν οὕτω προκινδυνεύουσαι τῶν νεοττῶν τῆς ἀσφαλείας προαγάγωνται
494f
πόρρω τοὺς διώκοντας. τὰς δʼ ἀλεκτορίδας ἐν τοῖς ὄμμασι καθʼ ἡμέραν ἔχομεν, ὃν τρόπον
20
τὰ νεόττια περιέπουσι, τοῖς μὲν ἐνδῦναι χαλῶσαι τὰς πτέρυγας, τὰ δʼ ἐπιβαίνοντα τῶν νώτων καὶ προσέρποντα
22
πανταχόθεν ἀναδεχόμεναι μετὰ τοῦ γεγηθός τι
23
καὶ προσφιλὲς ἐπιφθέγγεσθαι· κύνας δὲ καὶ δράκοντας,
24
ἂν περὶ αὑτῶν φοβηθῶσι, φεύγουσιν,
ἂν δὲ περὶ τῶν τέκνων, ἀμύνονται καὶ διαμάχονται παρὰ δύναμιν. εἶτα
25
ταῦτʼ οἰόμεθα τὰ πάθη τούτοις ἐνειργάσθαι τὴν φύσιν, ἀλεκτορίδων ἐπιγονῆς καὶ κυνῶν
26
καὶ ἄρκτων προνοοῦσαν, ἀλλʼ οὐχ ἡμᾶς δυσωποῦσαν
5
495a
καὶ τιτρώσκουσαν ἐπιλογιζομένους, ὅτι ταῦτα παραδείγματα τοῖς ἑπομένοις, τοῖς δʼ ἀναλγήτοις ὀνείδη περίεστι τῆς ἀπαθείας, διʼ ὧν κατηγοροῦσι τῆς ἀνθρωπίνης φύσεως μόνης μὴ προῖκα τὸ στέργειν ἐχούσης μηδʼ ἐπισταμένης φιλεῖν ἄνευ χρείας
10
θαυμάζεται γὰρ ἐν τοῖς θεάτροις ὁ εἰπών
μισθοῦ γὰρ ἄνθρωπον τίς ἄνθρωπον φιλεῖ
27
κατʼ
28
Ἐπίκουρον ὁ πατὴρ τὸν υἱόν, ἡ
29
μήτηρ τὸ τέκνον, οἱ παῖδες τοὺς τεκόντας. ἀλλʼ εἰ λόγου γένοιτο τοῖς θηρίοις σύνεσις, καὶ τοῦτό τις εἰς κοινὸν θέατρον
15
συναγαγὼν ἵππους καὶ βόας καὶ κύνας καὶ
495b
ὄρνιθας; ἀναφθέγξαιτο μεταγράψας, ὡς οὔτε κύνες ἐπὶ μισθῷ σκύλακας φιλοῦσιν οὔθʼ ἵπποι πώλους
30
οὔτʼ ὄρνιθες νεοττοὺς ἀλλὰ προῖκα καὶ φυσικῶς, ἐπιγνωσθήσεται τοῖς ἁπάντων πάθεσιν ὡς εὖ καὶ
20
ἀληθῶς λεγόμενον. αἰσχρὸν γάρ, ὦ Ζεῦ, τὰς θηρίων γενέσεις καὶ λοχείας καὶ ὠδῖνας καὶ τεκνοτροφίας φύσιν εἶναι καὶ χάριν, τὰς δʼ ἀνθρώπων δάνεια καὶ μισθοὺς καὶ ἀρραβῶνας ἐπὶ χρείαις διδομένους.