[6] τοῦτʼ οὖν δεῖ πρῶτον ἀσκεῖν καὶ μελετᾶν,
ὥσπερ ὁ τῆς κυνὸς ἁμαρτὼν τῷ λίθῳ καὶ τὴν μητρυιὰν πατάξας
οὐδʼ οὕτως ἔφη
κακῶς· ἔξεστι γὰρ μεθιστάναι τὴν τύχην ἐκ τῶν ἀβουλήτων. ἐφυγαδεύθη Διογένης, οὐδʼ οὕτω κακῶς ἤρξατο γὰρ
5
φιλοσοφεῖν μετὰ τὴν φυγήν. Ζήνωνι τῷ Κιτιεῖ μία
467d
ναῦς περιῆν φορτηγός· πυθόμενος δὲ
1
ταύτην αὐτόφορτον ἀπολωλέναι συγκλυσθεῖσαν
εὖγʼ εἶπεν
ὦ τύχη ποιεῖς, εἰς τὸν τρίβωνα καὶ τὴν στοὰν συνελαύνουσʼ ἡμᾶς. τί οὖν κωλύει μιμεῖσθαι τούτους;
10
ἀρχὴν παραγγέλλων
2
διήμαρτες; ἐν ἀγρῷ διάξεις ἐπιμελόμενος τῶν ἰδίων. ἀλλὰ φιλίαν μνώμενος ἡγεμόνος ἀπώσθης; ἀκινδύνως καὶ ἀπραγμόνως βιώσῃ. πάλιν ἐν πράγμασιν ἀσχολίας ἔχουσι καὶ φροντίδας γέγονας;
15
οὐδὲ θερμὸν ὕδωρ τοσόνδε τέγξει μαλθακὰ γυῖα
3
4
κατὰ Πίνδαρον, ὡς δόξα ποιεῖ καὶ τὸ τιμᾶσθαι μετά τινος δυνάμεως
πόνον ἡδὺν κάματὸν τʼ εὐκάματον.
20
467e
ἀλλά τις ἀπήντησεν ἐκ διαβολῆς ἢ φθόνου δυσημερία καὶ σκορακισμός; ἐπὶ τὰς Μούσας οὔριον τὸ πνεῦμα καὶ τὴν Ἀκαδήμειαν,
5
ὥσπερ Πλάτωνι χειμασθέντι περὶ τὴν Διονυσίου φιλίαν. διὸ καὶ τοῦτο πρὸς εὐθυμίαν μέγα, τὸ τοὺς ἐνδόξους ἀποθεωρεῖν, εἰ
25
μηδὲν ὑπὸ τῶν αὐτῶν πεπόνθασιν. οἷον ἀπαιδία τὸ λυποῦν ἐστι; τοὺς Ῥωμαίων ὅρα βασιλεῖς, ὧν οὐδεὶς
υἱῷ τὴν ἀρχὴν ἀπέλιπε πενίᾳ δυσφορεῖς παρούσῃ;
467f
καὶ τίς ἂν ἐβούλου μᾶλλον εἶναι
6
Βοιωτῶν ἢ Ἐπαμεινώνδας; τίς δὲ Ῥωμαίων ἢ Φαβρίκιος; ἀλλὰ διέφθαρταί σου τὸ γύναιον; οὐκ ἀνέγνωκας οὖν τοὐπίγραμμα
5
τὸ ἐν Δελφοῖς
ὑγρᾶς καὶ τραφερᾶς βασιλεὺς Ἆγίς μʼ ἀνέθηκεν·
οὐδʼ ἀκήκοας, ὅτι τούτου τὴν γυναῖκα Τιμαίαν Ἀλκιβιάδης διέφθειρε, καὶ τὸ γεννηθὲν Ἀλκιβιάδην ἐκάλει ψιθυρίζουσα πρὸς τὰς θεραπαινίδας; ἀλλὰ
10
τοῦτʼ Ἆγιν οὐκ ἐκώλυσεν ἐνδοξότατον Ἑλλήνων εἶναι
468a
καὶ μέγιστον ὥσπερ οὐδὲ Στίλπωνα τῶν κατʼ αὐτὸν φιλοσόφων ἱλαρώτατα ζῆν ἀκόλαστος οὖσʼ ἡ θυγάτηρ· ἀλλὰ καὶ Μητροκλέους ὀνειδίσαντος
ἐμὸν οὖν ἔφη
ἁμάρτημα τοῦτʼ ἐστὶν ἢ ἐκείνης; εἰπόντος δὲ
15
τοῦ Μητροκλέους
ἐκείνης μὲν ἁμάρτημα σὸν δʼ ἀτύχημα·
πῶς λέγεις; εἶπεν
οὐχὶ τὰ ἁμαρτήματα καὶ διαπτώματʼ ἐστί;
πάνυ μὲν οὖν, ἔφη.
τὰ δὲ διαπτώματʼ οὐχ ὧν διαπτώματα καὶ ἀποτεύγματα; συνωμολόγησε καὶ ὁ Μητροκλῆς.
τὰ δʼ ἀποτεύγματʼ
20
οὐχ ὧν ἀποτεύγματʼ καὶ ἀτυχήματα; πράῳ λόγῳ
468b
καὶ φιλοσόφῳ κενὸν ἀποδείξας ὕλαγμα, τὴν τοῦ κυνικοῦ βλασφημίαν.