[12] οὐχ ἥκιστα τοίνυν εὐθυμίαν κολούει τὸ μὴ συμμέτροις χρῆσθαι πρὸς τὴν ὑποκειμένην δύναμιν
10
ὁρμαῖς ὥσπερ ἱστίοις, ἀλλὰ μειζόνων ἐφιεμένους ταῖς ἐλπίσιν εἶτʼ ἀποτυγχάνοντας αἰτιᾶσθαι δαίμονα καὶ τύχην ἀλλὰ μὴ τὴν αὑτῶν ἀβελτερίαν. οὐδὲ γὰρ ὁ τοξεύειν τῷ ἀρότρῳ βουλόμενος καὶ τῷ βοῒ τὸν λαγωὸν κυνηγετεῖν δυστυχής ἐστιν οὐδʼ ὁ γρίφοις
15
καὶ σαγήναις ἐλάφους μὴ λαμβάνων οὐδʼ οἷς δαίμων οὐκ ἐναντιοῦται μοχθηρός, ἀλλʼ ἀβελτερίᾳ
1
471e
καὶ μωρίᾳ τοῖς ἀδυνάτοις ἐπιχειροῦσα.
2
αἴτιον δʼ ἡ φιλαυτία μάλιστα, φιλοπρώτους ποιοῦσα καὶ φιλονίκους;
3
ἐν πᾶσι καὶ πάντων ἐπιδραττομένους ἀπλήστως
20
οὐ γὰρ πλούσιοι μόνον ὁμοῦ καὶ λόγιοι καὶ ἰσχυροὶ καὶ συμποτικοὶ καὶ ἡδεῖς εἶναι καὶ φίλοι βασιλέων καὶ πόλεων ἄρχοντες ἀξιοῦσιν, ἀλλʼ εἰ μὴ καὶ κύνας ἕξουσι πρωτεύοντας ἀρετῇ καὶ ἵππους καὶ ὄρτυγας καὶ ἀλεκτρυόνας ἀθυμοῦσι. Διονύσιος; ὁ πρεσβύτερος
25
οὐκ ἠγάπα μέγιστος ὢν τῶν τότε τυράννων, ἀλλʼ ὅτι· Φιλοξένου τοῦ ποιητοῦ μὴ βέλτιον ᾖδε
471f
μηδὲ περιῆν ἐν τῷ διαλέγεσθαι Πλάτωνος, ὀργισθεὶς καὶ παροξυνθεὶς τὸν μὲν εἰς τὰς λατομίας ἐνέβαλε τὸν δʼ ἀπέδοτο πέμψας εἰς Αἴγιναν. οὐ τοιοῦτος δʼ ὁ Ἀλέξανδρος, ἀλλʼ ἐπεὶ Κρίσων ὁ σταδιοδρόμος
5
ἁμιλλώμενος αὐτῷ περὶ τάχους ἔδοξεν ἑκὼν παρεῖναι, σφόδρα διηγανάκτησεν, εὖ δὲ καὶ ὁ ποιητικὸς Ἀχιλλεὺς ὑπειπὼν
τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων
4
ἐπήνεγκεν
10
ἐν πολέμῳ· ἀγορῇ δὲ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι
Μεγάβυζον δὲ τὸν Πέρσην
5
εἰς τὸ ζωγραφεῖον ἀναβάντα
472a
τὸ Ἀπελλοῦ καὶ λαλεῖν ἐπιχειρήσαντα περὶ τῆς τέχνης ἐπεστόμισεν ὁ Ἀπελλῆς εἰπών
ἕως μὲν ἡσυχίαν ἦγες, ἐδόκεις τις εἶναι διὰ τὰ χρυσία καὶ
15
τὴν· πορφύραν, νυνὶ δὲ καὶ ταυτὶ τὰ τρίβοντα τὴν ὤχραν παιδάρια καταγελᾷ σου φλυαροῦντος. ἀλλʼ ἔνιοι τοὺς μὲν Στωικοὺς οἴονται παίζειν, ὅταν ἀκούσωσι τὸν σοφὸν παρʼ αὐτοῖς μὴ μόνον φρόνιμον καὶ δίκαιον καὶ ἀνδρεῖον, ἀλλὰ καὶ ῥήτορα καὶ ποιητὴν
20
καὶ στρατηγὸν καὶ πλούσιον καὶ βασιλέα προσαγορευόμενον αὑτοὺς δὲ πάντων ἀξιοῦσι τούτων,
472b
κἂν μὴ τυγχάνωσιν, ἀνιῶνται. καίτοι καὶ τῶν θεῶν ἄλλος ἄλλην ἔχων δύναμιν, ὁ μὲν ἐνυάλιος ὁ δὲ μαντεῖος ὁ δὲ κερδῷος; ἐπονομάζεται καὶ τὴν Ἀφροδίτην
25
ὁ Ζεύς,
6
ὡς οὐ μετὸν αὐτῇ πολεμικῶν ἔργων, ἐπὶ γάμους ἀποστέλλει καὶ θαλάμους.