ΦΟΥΝΔ.
ἡ μὲν οὖν συνέχεια τῆς ὀργῆς καὶ τὸ προσκρούειν πολλάκις ἕξιν ἐμποιεῖ πονηρὰν τῇ ψυχῇ, ἣν ὀργιλότητα καλοῦσιν, εἰς ἀκραχολίαν καὶ πικρίαν 20 καὶ δυσκολίαν τελευτῶσαν, ὅταν ἑλκώδης καὶ μικρόλυπος 454c ὁ θυμὸς γένηται καὶ φιλαίτιος ὑπὸ τῶν τυχόντων ὡς σίδηρος ἀσθενὴς καὶ λεπτὸς ἀναχαρασσόμενος· ἡ δὲ παραχρῆμα ταῖς ὀργαῖς ἐνισταμένη καὶ πιέζουσα κρίσις οὐ τὸ παρὸν ἰᾶται μόνον, ἀλλὰ 25 καὶ πρὸς τὸ λοιπὸν εὔτονον ποιεῖ καὶ δυσπαθῆ τὴν ψυχήν. ἐμοὶ γοῦν συνέβη δὶς ἢ τρὶς ἐνστάντι πρὸς ὀργὴν τὸ τῶν Θηβαίων παθεῖν, οἳ τὸ πρῶτον ὠσάμενοι Λακεδαιμονίους ἀηττήτους εἶναι δοκοῦντας, οὐδεμίαν ὕστερον ἡττήθησαν ὑπʼ αὐτῶν μάχην· φρόνημα 454d γὰρ ἔσχον ὡς κρατεῖν ἔστι τῷ λογισμῷ. ἑώρων δʼ οὐ μόνον ψυχροῦ κατασκεδαννυμένου λήγουσαν 5 ὀργὴν ὡς Ἀριστοτέλης 1 ἱστόρησεν, 2 ἀλλὰ καὶ φόβου προσαχθέντος ἀποσβεννυμένην καὶ νὴ Δία χαρᾶς ἐπιγενομένης ἄφνω καθʼ Ὅμηρον 3 ἰάνθη καὶ διεχύθη πολλοῖς ὁ θυμός. ὥστε μοι παρίστατο μὴ παντελῶς ἀβοήθητον εἶναι τοῖς γε βουλομένοις τὸ 10 πάθος. οὐδὲ γὰρ ἀρχὰς ἔχει μεγάλας ἀεὶ καὶ ἰσχυράς, ἀλλὰ καὶ σκῶμμα καὶ παιδιὰ καὶ τὸ γελάσαι τινὰ καὶ τὸ διανεῦσαι καὶ πολλὰ τοιαῦτα πολλοὺς εἰς ὀργὴν καθίστησιν, ὥσπερ ἡ Ἑλένη τὴν ἀδελφιδῆν προσαγορεύσασα 15 454eDe cohibenda ira. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1891.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.