ΦΟΥΝΔ.
δεῖ δὲ μήτε παίζοντας αὐτῇ διδόναι τόπον, ἔχθραν γὰρ ἐπάγει τῇ φιλοφροσύνῃ· μήτε κοινολογουμένους, φιλονεικίαν γὰρ ἐκ φιλολογίας ἀπεργάζεται· μήτε δικάζοντας, ὕβριν γὰρ τῇ ἐξουσίᾳ προστίθησι· 462c μήτε παιδεύοντας, ἀθυμίαν γὰρ ἐμποιεῖ καὶ 15 μισολογίαν μήτʼ εὐτυχοῦντας, αὔξει γὰρ τὸν φθόνον· μήτε δυστυχοῦντας, ἀφαιρεῖ γὰρ τὸν ἔλεον, ὅταν δυσκολαίνωσι καὶ μάχωνται τοῖς συναχθομένοις· ὡς ὁ Πρίαμος ἡ δʼ εὐκολία τοῖς μὲν βοηθεῖ τὰ δʼ ἐπικοσμεῖ τὰ δὲ συνηδύνει, περιγίγνεται δὲ τῇ πραότητι καὶ θυμοῦ καὶ δυσκολίας ἁπάσης· ὥσπερ Εὐκλείδης, τοῦ ἀδελφοῦ πρὸς αὐτὸν ἐκ διαφορᾶς εἰπόντος ἀπολοίμην, 25 εἰ μή σε τιμωρησαίμην· ἐγὼ δέ φήσας ἀπολοίμην, 462d εἰ μή σε πείσαιμι διέτρεψε παραχρῆμα καὶ μετέθηκε. πολέμων δέ, λοιδοροῦντος αὐτὸν ἀνθρώπου φιλολίθου καὶ περὶ σφραγίδια πολυτελῆ νοσοῦντος, ἀπεκρίνατο μὲν οὐδὲν τῶν σφραγιδίων δʼ ἑνὶ προσεῖχε τὸν νοῦν καὶ κατεμάνθανεν· ἡσθεὶς οὖν ὁ ἄνθρωπος μὴ οὕτως εἶπεν ὦ Πολέμων, ἀλλʼ ὑπʼ 5 αὐγὰς θεῶ, καὶ πολύ σοι βέλτιον φανεῖται ὁ δʼ Ἀρίστιππος, ὀργῆς αὐτῷ πρὸς Αἰσχίνην γενομένης καί τινος εἰπόντος ὦ Ἀρίστιππε, ποῦ ὑμῶν ἡ φιλία; καθεύδει φησὶν ἐγὼ δʼ αὐτὴν ἐγερῶ· καὶ τῷ Αἰσχίνῃ προσελθὼν εἶπεν οὕτω σοι δοκῶ παντάπασιν 10 ἀτυχής τις εἶναι καὶ ἀνήκεστος, ὥστε μὴ 462e νουθεσίας τυχεῖν; ὁ δʼ Αἰσχίνης οὐδέν ἔφη θαυμαστόν, εἰ πρὸς πάντα μου τῇ φύσει διαφέρων κἀνταῦθα τὸ δέον πρότερος συνεῖδες.De cohibenda ira. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1891.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.