ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα διακρουόμενοι τὰς ἐπιτάσεις τῶν παθῶν καὶ τὰς σφοδρότητας
5
450a
οὔ φασι γίγνεσθαι κατὰ τὴν κρίσιν ἐν ᾗ τὸ ἁμαρτητικόν, ἀλλὰ τὰς δήξεις
7
καὶ τὰς συστολὰς καὶ τὰς διαχύσεις εἶναι τὰς τὸ μᾶλλον καὶ τὸ ἧττον τῷ ἀλόγῳ
8
δεχομένας. καίτοι καὶ περὶ τὰς κρίσεις φαίνονται γιγνόμεναι διαφοραί· τήν τε γὰρ πενίαν οἱ
10
μὲν οὐ κακὸν οἱ δὲ καὶ μέγα κρίνουσι κακόν, οἱ δέ γε καὶ μέγιστον, ὥστε καὶ κατὰ τῶν πετρῶν καὶ κατὰ τῆς θαλάττης
9
ὠθεῖν ἑαυτούς· τόν τε θάνατον οἱ μὲν ἀγαθῶν στερήσει μόνον οἱ δὲ καὶ τιμωρίαις αἰωνίοις ὑπὸ γῆν καὶ κολασμοῖς φρικώδεσι κακὸν
15
εἶναι νομίζουσιν ἥ τε τοῦ σώματος ὑγίεια
10
τοῖς μὲν
450b
ὡς κατὰ φύσιν καὶ χρήσιμον ἀγαπᾶται, τοῖς δὲ τῶν ὄντων δοκεῖ μέγιστον ἀγαθόν· οὔτε γάρ
πλούτου
11
χάριν ἢ τεκέων
οὔτε
20
τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς,
12
τελευτῶντες δὲ καὶ τὴν ἀρετὴν ἀνωφελῆ καὶ ἀνόνητον ἡγοῦνται, τοῦ ὑγιαίνειν μὴ παρόντος ὥστε φαίνεσθαι καὶ περὶ τὰς κρίσεις αὐτὰς τοὺς μὲν μᾶλλον τοὺς δʼ - ἧττον ἁμαρτάνοντας. ἀλλʼ οὐ τοῦτο
25
νῦν διελεγκτέον, ἐκεῖνο δʼ ἐκ τούτου ληπτέον, ὅτι
συγχωροῦσι καὶ αὐτοὶ τῆς κρίσεως ἕτερον εἶναι τὸ ἄλογον, καθʼ ὅ φασι γίγνεσθαι τὸ πάθος σφοδρότερον καὶ μεῖζον, ἐρίζοντες πρὸς τοὔνομα καὶ τὸ
450c
ῥῆμα, τὰ δὲ πράγματα διδόντες τοῖς διαφέρειν τὸ
5
παθητικὸν καὶ ἄλογον τοῦ λογιζομένου καὶ κρίνοντος ἀποφαινομένοις. ἐν δὲ τοῖς περὶ Ἀνωμαλίας
13
ὁ Χρύσιππος εἰπών, ὅτι τυφλόν ἐστιν ἡ ὀργὴ καὶ πολλάκις μὲν οὐκ ἐᾷ ὁρᾶν τὰ ἐκφανῆ πολλάκις δὲ τοῖς καταλαμβανομένοις ἐπιπροσθεῖ, μικρὸν προελθών
10
τὰ γὰρ ἐπιγιγνόμενα φησὶ
πάθη ἐκκρούει τοὺς λογισμούς, καὶ τὰ ὡς ἑτέρως φαινόμενα βιαίως προωθοῦντα ἐπὶ τὰς ἐναντίας πράξεις· εἶτα χρῆται μάρτυρι τῷ Μενάνδρῳ
14
λέγοντι
οἴμοι τάλας ἔγωγε, ποῦ ποτε φρένες
15
ἡμῶν ἐκεῖνον ἦσαν ἐν τῷ σώματι
450d
τὸν χρόνον, ὅτʼ
15
οὐ ταῦτʼ ἀλλʼ ἐκεῖνʼ ᾑρούμεθα
16
καὶ πάλιν ὁ Χρύσιππος προελθὼν τοῦ λογικοῦ φησι ζῴου φύσιν ἔχοντος προσχρῆσθαι εἰς ἕκαστα τῷ λόγῳ καὶ ὑπὸ τούτου κυβερνᾶσθαι, πολλάκις ἀποστρέφεσθαι
20
αὐτὸν ἡμᾶς ἄλλῃ βιαιοτέρᾳ φορᾷ χρωμένους· ὁμολογῶν τὸ συμβαῖνον ἐκ τῆς πρὸς τὸν λόγον τοῦ πάθους διαφορᾶς. ἐπεὶ καὶ γελοῖόν ἐστιν, ᾗ φησι Πλάτων,
17
αὐτόν
18
τινα λέγειν αὑτοῦ κρείττονα καὶ πάλιν χείρονα, καὶ τὸν
19
μὲν κρατοῦνθʼ ἑαυτοῦ
25
τὸν
20
δὲ μὴ κρατοῦντα.