[76] εἴπερ οὖν οἱ δοκιμώτατοι τῶν φιλοσόφων οὐδʼ ἐν ἀψύχοις καὶ ἀσωμάτοις πράγμασιν αἴνιγμα
1
τοῦ θείου κατιδόντες ἠξίουν ἀμελεῖν οὐδὲν οὐδʼ ἀτιμάζειν, ἔτι μᾶλλον οἴομαι τὰς ἐν αἰσθανομέναις καὶ ψυχὴν ἐχούσαις καὶ πάθος καὶ ἦθος φύσεσιν
20
ἰδιότητας ἀγαπητέον
2
οὖν,
3
οὐ ταῦτα τιμῶντας, ἀλλὰ διὰ τούτων τὸ θεῖον, ὡς ἐναργεστέρων ἐσόπτρων καὶ
382b
φύσει γεγονότων, ὡς
4
ὄργανον ἢ τέχνην ἀεὶ
5
τοῦ πάντα κοσμοῦντος θεοῦ νομίζειν· καὶ ὅλως
6
ἀξιοῦν γε
7
μηδὲν ἄψυχον ἐμψύχου μηδʼ ἀναίσθητον αἰσθανομένου
κρεῖττον εἶναι, μηδʼ ἂν τὸν σύμπαντά τις χρυσὸν ὁμοῦ καὶ σμάραγδον εἰς ταὐτὸ συμφορήσῃ. οὐκ ἐν χρόαις
8
γὰρ οὐδʼ ἐν σχήμασιν οὐδʼ ἐν λειότησιν ἐγγίγνεται τὸ θεῖον, ἀλλʼ ἀτιμοτέραν ἔχει νεκρῶν
5
μοῖραν, ὅσα μὴ μετέσχε, μηδὲ μετέχειν τοῦ ζῆν πέφυκεν. ἡ δὲ ζῶσα καὶ βλέπουσα καὶ κινήσεως ἀρχὴν ἐξ αὑτῆς ἔχουσα καὶ γνῶσιν οἰκείων καὶ ἀλλοτρίων
382c
φύσις κάλλους τʼ
9
ἔσπακεν ἀπορροὴν καὶ μοῖραν ἐκ τοῦ φρονοῦντος,
ὅτῳ
10
κυβερνᾶται τὸ
11
σύμπαν
10
καθʼ Ἡράκλειτον.
12
ὅθεν οὐ χεῖρον ἐν τούτοις εἰκάζεται τὸ θεῖον ἢ χαλκοῖς
13
καὶ λιθίνοις δημιουργήμασιν, ἃ φθορὰς μὲν ὁμοίως δέχεται καὶ ἐπιχρώσεις,
14
αἰσθήσεως δὲ πάσης φύσει καὶ συνέσεως ἐστέρηται. περὶ μὲν οὖν τῶν τιμωμένων ζῴων ταῦτα δοκιμάζω
15
μάλιστα τῶν λεγομένων.