[61] ὁ δʼ Ὄσιρις ἐκ τοῦ ὁσίου καὶ ἱεροῦ τοὔνομα μεμιγμένον ἔσχηκε· κοινὸς γάρ ἐστι τῶν ἐν οὐρανῷ καὶ τῶν ἐν ᾍδου λόγος· ὧν τὰ μὲν ἱερὰ τὰ δʼ ὅσια τοῖς παλαιοῖς ἔθος
1
ἦν προσαγορεύειν. ὁ δʼ ἀναφαίνων τὰ οὐράνια καὶ τῶν ἄνω φερομένων
10
λόγος
2
Ἄνουβις, ἔστι δʼ ὅτε καὶ Ἑρμάνουβις ὀνομάζεται, τὸ μὲν ὡς τοῖς ἄνω τὸ δʼ ὡς τοῖς κάτω προσήκων. διὸ καὶ θύουσιν αὐτῷ τὸ μὲν λευκὸν ἀλεκτρυόνα, τὸ δὲ
3
κροκίαν, τὰ μὲν εἰλικρινῆ καὶ φανά, τὰ δὲ μικτὰ καὶ ποικίλα νομίζοντες. οὐ δεῖ
15
375f
δὲ θαυμάζειν τῶν ὀνομάτων τὴν εἰς τὸ Ἑλληνικὸν ἀνάπλασιν· καὶ γὰρ ἄλλα μυρία τοῖς μεθισταμένοις ἐκ τῆς Ἑλλάδος συνεκπεσόντα μέχρι νῦν παραμένει καὶ ξενιτεύει παρʼ ἑτέροις, ὧν ἔνια τὴν ποιητικὴν ἀνακαλουμένην διαβάλλουσιν ὡς βαρβαρίζουσαν οἱ
20
γλώττας τὰ τοιαῦτα
4
προσαγορεύοντες. ἐν δὲ ταῖς Ἑρμοῦ λεγομέναις βίβλοις ἱστοροῦσι γεγράφθαι περὶ τῶν ἱερῶν ὀνομάτων, ὅτι τὴν μὲν ἐπὶ τῆς τοῦ ἡλίου περιφορᾶς τεταγμένης δύναμιν Ὧρον,
5
Ἕλληνες δʼ Ἀπόλλωνα καλοῦσι· τὴν δʼ ἐπὶ τοῦ πνεύματος οἱ
25
μὲν Ὄσιριν, οἱ δὲ Σάραπιν, οἱ δὲ Σῶθιν
6
Αἰγυπτιστί·
376a
σημαίνει δὲ κύησιν ἢ τὸ κύειν. διὸ καὶ παρατροπῆς γενομένης τοῦ ὀνόματος, Ἑλληνιστὶ κύων κέκληται τὸ ἄστρον, ὅπερ ἴδιον τῆς Ἴσιδος νομίζουσιν. ἥκιστα μὲν οὖν δεῖ φιλοτιμεῖσθαι περὶ τῶν ὀνομάτων, οὐ μὴν
5
ἀλλὰ μᾶλλον ἂν
7
ὑφείμην
8
τοῦ Σαράπιδος Αἰγυπτίοις ἢ τοῦ
9
Ὀσίριδος, ἐκεῖνο μὲν
10
ξενικόν, τοῦτο δʼ Ἑλληνικόν, ἄμφω δʼ ἑνὸς θεοῦ καὶ μιᾶς δυνάμεως ἡγούμενος.