[57] δόξειε δʼ ἂν ἴσως καὶ Ἡσίοδος
1
τὰ πρῶτα πάντα
2
Χάος καὶ Γῆν καὶ τάρταρον καὶ Ἔρωτα ποιῶν
20
οὐχ ἑτέρας λαμβάνειν ἀρχάς, ἀλλὰ ταύτας·
3
εἴγε
4
δὴ τῶν ὀνομάτων τῇ μὲν Ἴσιδι τὸ τῆς Γῆς, τῷ δʼ Ὀσίριδι τὸ τοῦ ἔρωτος, τῷ δὲ Τυφῶνι τὸ τοῦ Ταρτάρου μεταλαμβάνοντές πως
5
ἀποδίδομεν· τὸ γὰρ Χάος δοκεῖ χώραν τινὰ καὶ τόπον τοῦ παντὸς ὑποτίθεσθαι.
25
προσκαλεῖται δὲ καὶ τὸν Πλάτωνος ἁμωσγέπως τὰ
πράγματα μῦθον, ὃν Σωκράτης ἐν
Συμποσίῳ
6
περὶ τῆς τοῦ Ἔρωτος γενέσεως διῆλθε, τὴν Πενίαν λέγων τέκνων δεομένην τῷ Πόρῳ καθεύδοντι, παρακλιθῆναι, καὶ κυήσασαν ἐξ αὐτοῦ τεκεῖν τὸν Ἔρωτα, φύσει
5
374d
μικτὸν
7
ὄντα καὶ παντοδαπόν, ἅτε δὴ πατρὸς μὲν ἀγαθοῦ καὶ σοφοῦ καὶ πᾶσιν αὐτάρκους, μητρὸς δʼ ἀμηχάνου καὶ ἀπόρου καὶ διʼ ἔνδειαν ἀεὶ γλιχομένης ἑτέρου καὶ περὶ ἕτερον λιπαρούσης γεγενημένον. ὁ γὰρ Πόρος οὐχ ἕτερός ἐστι τοῦ πρώτου
10
ἐρατοῦ
8
καὶ ἐφετοῦ καὶ τελείου καὶ αὐτάρκους· πενίαν δὲ τὴν ὕλην προσεῖπεν, ἐνδεᾶ μὲν οὖσαν αὐτὴν καθʼ ἑαυτὴν τοῦ ἀγαθοῦ, πληρουμένην δʼ ὑπʼ αὐτοῦ καὶ ποθοῦσαν ἀεὶ καὶ μεταλαμβάνουσαν.
9
ὁ δὲ γενόμενος ἐκ τούτων κόσμος καὶ Ὧρος οὐκ ἀίδιος
15
οὐδʼ ἀπαθὴς οὐδʼ ἄφθαρτος, ἀλλʼ ἀειγενὴς ὢν μηχανᾶται
374e
ταῖς τῶν παθῶν μεταβολαῖς καὶ περιόδοις ἀεὶ νέος καὶ μηδέποτε φθαρησόμενος διαμένειν.