[62] ἔοικε δὲ τούτοις καὶ τὰ Αἰγύπτια. τὴν μὲν γὰρ Ἶσιν πολλάκις τῷ τῆς Ἀθηνᾶς ὀνόματι καλοῦσι
10
φράζοντι τοιοῦτον λόγον
ἦλθον ἀπʼ ἐμαυτῆς, ὅπερ
376b
ἐστὶν αὐτοκινήτου φορᾶς δηλωτικὸν ὁ δὲ Τυφών, ὥσπερ εἴρηται, Σὴθ καὶ Βέβων καὶ Σμὺ ὀνομάζεται, βίαιόν τινα καὶ κωλυτικὴν ἐπίσχεσιν, ὑπεναντίωσιν ἢ ἀναστροφὴν ἐμφαίνειν βουλομένων τῶν ὀνομάτων.
15
ἔτι τὴν σιδηρῖτιν λίθον ὀστέον Ὥρου , Τυφῶνος δὲ τὸν σίδηρον, ὡς ἱστορεῖ Μανεθώς,
1
καλοῦσιν· ὥσπερ γὰρ ὁ σίδηρος πολλάκις μὲν ἑλκομένῳ καὶ ἑπομένῳ πρὸς τὴν λίθον ὅμοιός ἐστι, πολλάκις δʼ ἀποστρέφεται καὶ ἀποκρούεται πρὸς τοὐναντίον, οὕτως ἡ
20
σωτήριος καὶ ἀγαθὴ καὶ λόγον ἔχουσα τοῦ κόσμου κίνησις ἐπιστρέφεταί τε καὶ προσάγεται καὶ μαλακωτέραν
2
376c
ποιεῖ, πείθουσα τὴν σκληρὰν ἐκείνην καὶ τυφώνειον,
3
εἶτʼ αὖθις ἀνασχεθεῖσα εἰς ἑαυτὴν ἀνέστρεψε
4
καὶ κατέδυσεν εἰς τὴν ἀπειρίαν.
5
ἔτι φησὶ περὶ τοῦ
Διὸς ὁ Εὔδοξος μυθολογεῖν Αἰγυπτίους, ὡς τῶν σκελῶν συμπεφυκότων αὐτῷ μὴ δυνάμενος βαδίζειν, ὑπʼ αἰσχύνης ἐν
6
ἐρημίᾳ διέτριβεν· ἡ δʼ Ἶσις διατεμοῦσα καὶ διαστήσασα τὰ μέρη ταῦτα τοῦ σώματος
5
ἀρτίποδα τὴν πορείαν παρέσχεν. αἰνίττεται δὲ καὶ διὰ τούτων ὁ μῦθος, ὅτι καθʼ ἑαυτὸν ὁ τοῦ θεοῦ νοῦς καὶ λόγος ἐν τῷ ἀοράτῳ καὶ ἀφανεῖ βεβηκὼς εἰς γένεσιν ὑπὸ κινήσεως προῆλθεν.