[42] ἑβδόμῃ ἐπὶ
1
δέκα τὴν Ὀσίριδος γενέσθαι
20
τελευτὴν Αἰγύπτιοι μυθολογοῦσιν, ἐν ᾗ μάλιστα γίγνεται πληρουμένη κατάδηλος ἡ πανσέληνος. διὸ
367f
καὶ τὴν ἡμέραν ταύτην ἀντίφραξιν οἱ Πυθαγόρειοι καλοῦσι, καὶ ὅλως τὸν ἀριθμὸν τοῦτον ἀφοσιοῦνται. τοῦ γὰρ ἑξκαίδεκα τετραγώνου καὶ τοῦ ὀκτωκαίδεκα
25
ἑτερομήκους, οἷς μόνοις ἀριθμῶν ἐπιπέδων συμβέβηκε τὰς περιμέτρους ἴσας ἔχειν τοῖς περιεχομένοις
ὑπʼ αὐτῶν χωρίοις, μέσος ὁ τῶν ἑπτακαίδεκα παρεμπίπτων ἀντιφράττει καὶ διαζεύγνυσιν ἀπʼ ἀλλήλων, καὶ διαιρεῖ
2
τὸν
3
ἐπόγδοον λόγον εἰς ἄνισα διαστήματα τεμνόμενος. ἐτῶν δʼ ἀριθμὸν οἱ μὲν βιῶσαι
5
τὸν Ὄσιριν οἱ δὲ βασιλεῦσαι λέγουσιν ὀκτὼ καὶ
368a
εἴκοσι· τοσαῦτα γὰρ ἔστι φῶτα τῆς σελήνης καὶ
4
τοσαύταις ἡμέραις τὸν αὑτῆς κύκλον ἐξελίσσει. τὸ δὲ ξύλον ἐν ταῖς λεγομέναις Ὀσίριδος ταφαῖς τέμνοντες κατασκευάζουσι λάρνακα μηνοειδῆ διὰ τὸ τὴν
10
σελήνην, ὅταν τῷ ἡλίῳ πλησιάζῃ, μηνοειδῆ γιγνομένην ἀποκρύπτεσθαι. τὸν δʼ εἰς δεκατέσσαρα μέρη τοῦ Ὀσίριδος διασπασμὸν αἰνίττονται πρὸς τὰς ἡμέρας, ἐν αἷς φθίνει μετὰ πανσέληνον ἄχρι νουμηνίας τὸ ἄστρον. ἡμέραν δέ, ἐν ᾗ φαίνεται πρῶτον ἐκφυγοῦσα
15
368b
τὰς αὐγὰς καὶ παρελθοῦσα τὸν ἥλιον,
ἀτελὲς ἀγαθόν προσαγορεύουσιν. ὁ γὰρ Ὄσιρις ἀγαθοποιός, καὶ τοὔνομα πολλὰ φράζει, οὐχ ἥκιστα δὲ κράτος ἐνεργοῦν
5
καὶ ἀγαθοποιὸν ὃ λέγουσι. τὸ δʼ ἕτερον
6
ὄνομα τοῦ θεοῦ τὸν Ὄμφιν
7
εὐεργέτην ὁ Ἑρμαῖός
8
20
φησι δηλοῦν ἑρμηνευόμενον.