[5] ἆρʼ οὖν
1
ταύτην τις ἀρχὴν ποιησάμενος οἰκείαν ὑπὲρ τῆς Τύχης ἐπάγοιτο μάρτυρας αὐτοὺς Ῥωμαίους,
5
ὡς, τῇ Τύχῃ πλέον ἢ τῇ Ἀρετῇ νέμοντας; Ἀρετῆς μέν γε
2
παρʼ αὐτοῖς ὀψὲ καὶ μετὰ πολλοὺς χρόνους ἱερὸν ἱδρύσατο Σκιπίων ὁ Νομαντῖνος, εἶτα Μάρκελλος
318e
τὸ Οὐιρτοῦτίς τε καὶ Ὀνῶρις προσαγορευόμενον· καὶ τὸ τῆς Μέντις καλουμένης (
Γνώμης ἂν
10
νομίζοιτο)
3
Σκαῦρος Αἰμίλιος, περὶ τὰ Κιμβρικὰ τοῖς χρόνοις γεγονώς· ἤδη
4
τότε λόγων καὶ σοφισμάτων
5
καὶ στωμυλίας παρεισρυείσης εἰς τὴν πόλιν, ἤρχοντο σεμνύνειν τὰ τοιαῦτα. σοφίας δὲ μέχρι καὶ νῦν ἱερὸν οὐκ ἔστιν οὐδὲ σωφροσύνης ἢ καρτερίας ἢ
15
μεγαλοψυχίας ἢ ἐγκρατείας· ἀλλὰ τά γε τῆς Τύχης ἱερὰ λαμπρὰ καὶ παλαιά, καὶ ὁμοῦ τι τοῖς πρώτοις καταμεμιγμένα τῆς πόλεως θεμελίοις γέγονε. πρῶτος μὲν γὰρ ἱδρύσατο Τύχης ἱερὸν Μάρκιος Ἄγκος, ὁ
318f
Νομᾶ
6
θυγατριδοῦς καὶ τέταρτος ἀπὸ Ῥωμύλου βασιλεὺς
20
γενόμενος· καὶ τάχα που τῇ τύχῃ τὴν ἀνδρείαν παρωνόμασεν,
7
ᾗ πλεῖστον εἰς τὸ νικᾶν τύχης μέτεστι. τὸ δὲ τῆς γυναικείας Τύχης κατεσκευάσαντο, ὅτε
8
Μάρκιον Κοριολᾶνον ἐπάγοντα τῇ πόλει Οὐολούσκους ἀπετρέψαντο
9
διὰ τῶν γυναικῶν. πρεσβευσάμεναι γὰρ
αὗται πρὸς τὸν ἄνδρα μετὰ τῆς μητρὸς αὐτοῦ καὶ τῆς γυναικός, ἐξελιπάρησαν καὶ κατειργάσαντο φείσασθαι τῆς πόλεως καὶ τὴν στρατιὰν τῶν βαρβάρων
319a
ἀπαγαγεῖν. τότε λέγεται τὸ ἄγαλμα τῆς Τύχης ἅμα
5
τῷ καθιερωθῆναι φωνὴν ἀφεῖναι καὶ εἰπεῖν
ὁσίως
10
με πόλεως νόμῳ, γυναῖκες ἀσταί, καθιδρύσασθε καὶ μὴν καὶ Φούριος Κάμιλλος, ὅτε τὸ Κελτικὸν ἔσβεσε πῦρ, καὶ τὴν Ῥώμην ἀντίρροπον χρυσῷ κεκλιμένην ἀπὸ τοῦ ζυγοῦ καὶ τῆς πλάστιγγος καθεῖλεν, οὔτʼ εὐβουλίας
10
οὔτʼ ἀνδρείας, ἀλλὰ Φήμης ἱδρύσατο καὶ Κληδόνος ἕδη
11
παρὰ τὴν Καινὴν ὁδόν, ὅπου φασὶ πρὸ τοῦ πολέμου Μάρκῳ Καιδικίῳ
12
βαδίζοντι νύκτωρ φωνὴν γενέσθαι κελεύουσαν ὀλίγῳ χρόνῳ Γαλατικὸν πόλεμον προσδέχεσθαι.
13
τὴν δὲ πρὸς τῷ ποταμῷ Τύχην
φόρτιν
14
15
319b
καλοῦσιν ὅπερ ἐστὶν ἰσχυρὰν ἢ ἀριστευτικὴν ἢ ἀνδρείαν, ὡς τὸ νικητικὸν ἁπάντων κράτος ἔχουσαν. καὶ τόν γε ναὸν αὐτῆς ἐν τοῖς ὑπὸ Καίσαρος τῷ δήμῳ καταλειφθεῖσι κήποις ᾠκοδόμησαν, ἡγούμενοι κἀκεῖνον εὐτυχίᾳ γενέσθαι μέγιστον, ὡς αὐτὸς
20
ἐμαρτύρησε.