[39]
διὰ τί τοὺς εἰς τὸ Λύκαιον εἰσελθόντας
20
ἑκουσίως καταλεύουσιν οἱ Ἀρκάδες· ἂν δʼ ὑπʼ ἀγνοίας, εἰς Ἐλευθερὰς
1
ἀποστέλλουσι; πότερον ὡς ἐλευθερουμένων αὐτῶν διὰ τὴν ἀπόλυσιν ἔσχεν ὁ λόγος πίστιν, καὶ τοιοῦτόν ἐστι τὸ
εἰς Ἐλευθεράς, οἷον τὸ
εἰς Ἀμελοῦς χώραν καὶ τὸ
ἥξεις εἰς Ἀρέσαντος
25
ἕδος ἢ κατὰ τὸν μῦθον ἐπεὶ μόνοι τῶν Λυκάωνος
300b
παίδων Ἐλευθὴρ καὶ Λεβεάδος
2
οὐ μετέσχον τοῦ περὶ
τὸν Δία μιάσματος ἀλλʼ εἰς Βοιωτίαν ἔφυγον, καὶ Λεβαδεῦσιν ἔστιν ἰσοπολιτεία πρὸς Ἀρκάδας; εἰς Ἐλευθερὰς οὖν ἀποπέμπουσι τοὺς ἐν τῷ ἀβάτῳ τοῦ Διὸς ἀκουσίως γενομένους. ἢ ὡς Ἀρχίτιμος
3
ἐν τοῖς
5
Ἀρκαδικοῖς ἐμβάντας τινὰς κατʼ ἄγνοιαν φησιν ὑπʼ Ἀρκάδων παραδοθῆναι Φλιασίοις, ὑπὸ δὲ Φλιασίων Μεγαρεῦσιν, ἐκ δὲ Μεγαρέων εἰς Θήβας κομιζομένους περὶ τὰς Ἐλευθερὰς ὕδατι καὶ βρονταῖς καὶ διοσημίαις
4
ἄλλαις κατασχεθῆναι· ἀφʼ οὗ δὴ καὶ τὸν
10
τόπον Ἐλευθερὰς ἔνιοί φασι προσαγορεύεσθαι. τὸ
300c
μέντοι σκιὰν μὴ πίπτειν ἀπὸ τοῦ ἐμβάντος εἰς τὸ Λύκαιον λέγεται μὲν οὐκ ἀληθῶς, ἔσχηκε
5
δὲ πίστιν ἰσχυράν. πότερον τοῦ ἀέρος εἰς νέφη τρεπομένου καὶ σκυθρωπάζοντος ἐπὶ τοῖς εἰσιοῦσιν, ἢ ὅτι θανατοῦται μὲν
15
ὁ ἐμβάς, τῶν δʼ ἀποθανόντων οἱ Πυθαγορικοὶ λέγουσι τὰς ψυχὰς μὴ ποιεῖν σκιὰν μηδὲ σκαρδαμύττειν; ἢ σκιὰν μὲν ὁ ἥλιος ποιεῖ, τὸν δʼ ἥλιον ἀφαιρεῖται τοῦ ἐμβάντος ὁ νόμος; καὶ τοῦτʼ αἰνιττόμενοι λέγουσι· καὶ γὰρ ἔλαφος ὁ ἐμβὰς
20
καλεῖται. διὸ καὶ Κανθαρίωνα τὸν Ἀρκάδα πρὸς Ἠλείους αὐτομολήσαντα πολεμοῦντας Ἀρκάσι καὶ διαβάντα μετὰ λείας τὸ ἄβατον, καταλυθέντος δὲ
300d
τοῦ πολέμου καὶ
6
φυγόντα εἰς Σπάρτην, ἐξέδοσαν οἱ Λακεδαιμόνιοι τοῖς Ἀρκάσι, τοῦ θεοῦ κελεύσαντος
25
ἀποδιδόναι τὸν ἔλαφον.