[21]
τίνες οἱ παρὰ Κρησὶ λεγόμενοι κατακαῦται; Τυρρηνούς φασι τοὺς
1
τὰς Ἀθηναίων θυγατέρας καὶ γυναῖκας ἐκ Βραύρωνος ἁρπάσαντας, ὁπηνίκα Λῆμνον
10
καὶ Ἴμβρον κατῴκουν, εἶτʼ ἐκπεσόντας, εἰς τὴν Λακωνικὴν ἀφικέσθαι καὶ γενέσθαι ἐπιμιξίαν αὐτοῖς μέχρι παίδων γενέσεως πρὸς τὰς ἐγχωρίους γυναῖκας· ἐκ δʼ ὑποψίας καὶ διαβολῆς πάλιν ἀναγκασθέντας ἐκλιπεῖν τὴν Λακωνικήν, μετὰ παίδων καὶ γυναικῶν
15
296c
εἰς Κρήτην κατᾶραι, Πόλλιν ἡγεμόνα καὶ Δελφὸν
2
ἔχοντας. ἐκεῖ δὲ πολεμοῦντας τοῖς κατέχουσι τὴν Κρήτην, πολλοὺς περιορᾶν τῶν ἐν ταῖς μάχαις ἀποθνησκόντων ἀτάφους, τὸ μὲν πρῶτον ἀσχόλους διὰ τὸν πόλεμον ὄντας καὶ τὸν κίνδυνον, ὕστερον δὲ
20
φεύγοντας ἅπτεσθαι νεκρῶν ἐφθαρμένων ὑπὸ χρόνου καὶ διερρυηκότων. τὸν οὖν Πόλλιν ἐξευρόντα τιμάς τινας καὶ προνομίας καὶ ἀτελείας ἀποδοῦναι τὰς μὲν τοῖς ἱερεῦσι τῶν
3
θεῶν, τὰς δὲ τοῖς ταφεῦσι τῶν τετελευτηκότων, ἐπιφημίσαντα καὶ ταύτας δαίμοσι
25
χθονίοις, ὅπως ἀναφαίρετοι διαμένοιεν· εἶτα κλήρῳ διαλαχεῖν πρὸς τὸν Δελφόν.
4
ὀνομασθῆναι δὲ τοὺς
μὲν ἱερεῖς, τοὺς δὲ
κατακαύτας· καὶ πολιτεύεσθαι
296d
μὲν αὐτοὺς καθʼ αὑτούς, ἔχειν δὲ μετὰ τῶν ἄλλων φιλανθρώπων καὶ ἄδειαν ἀδικημάτων, οἷς οἱ ἄλλοι Κρῆτες εἰώθασι χρῆσθαι πρὸς ἀλλήλους ἄγοντες
5
λαθραίως καὶ ἀποφέροντες· ἐκείνους γὰρ οὐδὲν ἀδικεῖν οὐδὲ κλέπτειν οὐδὲν οὐδʼ ἀφαιρεῖσθαι.