[9]
τίς ὁ παρὰ Δελφοῖς ὁσιωτὴρ καὶ διὰ τί βύσιον ἕνα τῶν μηνῶν καλοῦσιν;
ὁσιωτῆρα μὲν καλοῦσι τὸ θυόμενον ἱερεῖον, ὅταν
ὅσιος ἀποδειχθῇ. πέντε δʼ εἰσὶν ὅσιοι διὰ βίου, καὶ τὰ πολλὰ μετὰ τῶν προφητῶν δρῶσιν οὗτοι καὶ συνιερουργοῦσιν, ἅτε
1
20
γεγονέναι δοκοῦντες ἀπὸ Δευκαλίωνος. ὁ δὲ
βύσιος
292e
μήν, ὡς μὲν οἱ πολλοὶ νομίζουσι, φύσιός ἐστιν· ἔαρος γὰρ ἄρχει καὶ τὰ πολλὰ φύεται τηνικαῦτα καὶ διαβλαστάνει. τὸ δʼ ἀληθὲς οὐκ ἔχει οὕτως· οὐ γὰρ ἀντὶ τοῦ
φ τῷ
β χρῶνται Δελφοί, καθάπερ Μακεδόνες
25
Βίλιππον
2
καὶ
βαλακρόν καὶ
Βερονίκην λέγοντες, ἀλλʼ ἀντὶ τοῦ
π· καὶ γὰρ τὸ πατεῖν
βατεῖν καὶ τὸ πικρὸν
βικρόν ἐπιεικῶς καλοῦσιν. ἔστιν οὖν πύσιος ὁ
βύσιος, ἐν ᾧ πυστιῶνται καὶ πυνθάνονται τοῦ θεοῦ τὸ γὰρ
3
ἐννοεῖν καὶ πάτριον. ἐν τῷ μηνὶ γὰρ τούτῳ χρηστήριον ἐγίγνετο καὶ ἑβδόμην
5
ταύτην νομίζουσι τοῦ θεοῦ γενέθλιον, καὶ
292f
πολύφθοον ὀνομάζουσιν οὐ διὰ τὸ πέττεσθαι φθοῖς,
4
ἀλλὰ πολυπευθῆ καὶ πολυμάντευτον οὖσαν. ὀψὲ γὰρ ἀνείθησαν αἱ κατὰ μῆνα μαντεῖαι τοῖς δεομένοις, πρότερον δʼ ἅπαξ ἐθεμίστευεν ἡ Πυθία τοῦ ἐνιαυτοῦ
10
κατὰ ταύτην τὴν ἡμέραν, ὡς Καλλισθένης καὶ Ἀναξανδρίδης
5
ἱστορήκασι.
293a