[49]
διὰ τί ταῖς Χαλκηδονίαις ἔθος ἐστίν, ὅταν ἀνδράσιν ἀλλοτρίοις ἐντύχωσι, μάλιστα δʼ ἄρχουσι,
10
τὴν ἑτέραν περικαλύπτεσθαι παρειάν; πόλεμος ἦν αὐτοῖς πρὸς Βιθυνοὺς ἐκ πάσης παροξυνομένοις προφάσεως Ζειποίτου δὲ βασιλεύσαντος αὐτῶν, πανστρατιᾷ,
1
καὶ Θρᾳκῶν ἐπικουρίας προσγενομένης, ἐπυρπόλουν καὶ κατέτρεχον τὴν χώραν, ἐπιθεμένου
15
δὲ τοῦ Ζειποίτου περὶ τὸ καλούμενον Φάλιον αὐτοῖς, κακῶς ἀγωνισάμενοι διὰ θράσος καὶ ἀταξίαν ὑπὲρ ὀκτακισχιλίους ἀπέβαλον στρατιώτας· καὶ παντελῶς
302f
μὲν οὐκ ἀνῃρέθησαν τότε, Ζειποίτου Βυζαντίοις χαρισαμένου τὰς διαλύσεις· πολλῆς δὲ τὴν πόλιν
20
ἐρημίας ἀνδρῶν κατεχούσης, αἱ μὲν πλεῖσται γυναῖκες ὑπʼ ἀνάγκης ἀπελευθέροις καὶ μετοίκοις συνῴκησαν· αἱ δʼ ἀνανδρίαν ἀντὶ τοιούτων ἑλόμεναι γάμων, αὐταὶ διʼ αὑτῶν ἔπραττον ὅτου δεηθεῖεν παρὰ δικασταῖς
303a
καὶ ἄρχουσιν, ἀπάγουσαι θάτερον μέρος τοῦ
25
προσώπου τῆς καλύπτρας. αἱ δὲ γεγαμημέναι διʼ αἰσχύνην ἀναμιμούμεναι ταύτας ὡς ἑαυτῶν βελτίονας εἰς ἔθος ὅμοιον κατέστησαν.