[34]
διὰ τί, τῶν ἄλλων Ῥωμαίων ἐν τῷ Φεβρουαρίῳ
272d
μηνὶ ποιουμένων χοὰς καὶ ἐναγισμοὺς τοῖς τεθνηκόσι, Δέκιμος Βροῦτος, ὡς Κικέρων
1
ἱστόρηκεν, ἐν τῷ Δεκεμβρίῳ τοῦτʼ ἔπραττεν (ἦν δʼ οὗτος ὁ Λυσιτάνειαν ἐπελθὼν καὶ πρῶτος ἐπέκεινα στρατῷ διαβὰς τὸν τῆς Λήθης ποταμόν); πότερον, ὥσπερ
5
ἡμέρας ληγούσης καὶ μηνὸς φθίνοντος εἰώθασιν ἐναγίζειν οἱ πολλοί, λόγον ἔχει καὶ τοῦ ἐνιαυτοῦ καταστρέφοντος ἐν τῷ τελευταίῳ μηνὶ τιμᾶν τοὺς τεθνηκότας (ἔστι δὲ τῶν μηνῶν τελευταῖος ὁ Δεκέμβριος)· ἢ χθονίων μὲν αἱ τιμαὶ θεῶν, τιμᾶν δὲ τοὺς
10
χθονίους ὡραῖόν ἐστι, τῶν καρπῶν ἁπάντων εἰληφότων
272e
συντέλειαν; ἢ ὅτε κινοῦσι τὴν γῆν ἀρχόμενοι σπόρου, μεμνῆσθαι μάλιστα τῶν κάτω προσήκει; ἢ Κρόνῳ μὲν οὗτος ὁ μὴν ὑπὸ Ῥωμαίων καθιέρωται, Κρόνον δὲ τῶν κάτω θεῶν οὐ τῶν ἄνω νομίζουσιν;
15
ἢ μεγίστης αὐτοῖς ἑορτῆς τῶν Κρονίων καθεστώσης καὶ συνουσίας τε πλείστας καὶ ἀπολαύσεις ἔχειν δοκούσης, ἔδοξε καὶ ταύτης ἀπονέμειν τινὰς ἀπαρχὰς τοῖς τεθνηκόσιν; ἢ τοῦτο,
2
μόνον Βροῦτον ἐναγίζειν ἐν τῷ μηνὶ τούτῳ, καθόλου ψεῦδός ἐστι; καὶ
20
γὰρ τῇ Λαρεντίᾳ ποιοῦσι τὸν ἐναγισμὸν καὶ χοὰς ἐπιφέρουσιν ἐπὶ τὸν τάφον τοῦ Δεκεμβρίου μηνός