[102]
διὰ τί τῶν παίδων τοῖς μὲν ἄρρεσιν ἐναταίοις,
288c
τοῖς δὲ θήλεσιν ὀγδοαίοις τὰ ὀνόματα τίθενται;
10
ἦ τὸ μὲν προτέροις τοῖς θήλεσιν αἰτίαν ἔχει τὴν φύσιν; καὶ γὰρ αὔξεται τὸ θῆλυ καὶ ἀκμάζει καὶ τελειοῦται πρότερον τοῦ ἄρρενος. τῶν δʼ ἡμερῶν τὰς μετὰ τὴν ἑβδόμην λαμβάνουσιν ἡ γὰρ ἑβδόμη σφαλερὰ τοῖς νεογνοῖς πρός τε τἄλλα
1
καὶ
15
τὸν ὀμφαλόν· ἑβδομαῖος γὰρ ἀπολύεται τοῖς πλείστοις· ἕως δʼ
2
ἀπολυθῇ, φυτῷ μᾶλλον ἢ ζῴῳ προσέοικε τὸ νήπιον. ἢ καθάπερ οἱ Πυθαγορικοὶ τοῦ ἀριθμοῦ τὸν μὲν ἄρτιον θῆλυν ἄρρενα δὲ τὸν περιττὸν ἐνόμιζον;
288d
γόνιμος γάρ ἐστι καὶ κρατεῖ τοῦ ἀρτίου συντιθέμενος.
20
καὶ διαιρουμένων εἰς τὰς μονάδας ὁ μὲν ἄρτιος καθάπερ τὸ θῆλυ χώραν μεταξὺ κενὴν ἐνδίδωσι, τοῦ δὲ περιττοῦ μόριον ἀεί τι πλῆρες ὑπολείπεται· διὸ τὸν μὲν ἄρρενι τὸν δὲ θήλει πρόσφορον νομίζουσιν. ἦ ὅτι τῶν ἀριθμῶν ἁπάντων τὰ μὲν
25
ἐννέα πρῶτός ἐστι τετράγωνος ἀπὸ περιττοῦ καὶ τελείου τῆς τριάδος, τὰ δʼ ὀκτὼ πρῶτος κύβος ἀπὸ ἀρτίου τῆς δυάδος; δεῖ δὲ τὸν μὲν ἄνδρα
3
τετράγωνον εἶναι καὶ περιττὸν καὶ τέλειον, τὴν δὲ γυναῖκα
καθάπερ τὸν κύβον ἑδραῖον καὶ οἰκουρὸν καὶ δυσμετακίνητον.
288e
τούτῳ
4
δὲ προσληπτέον, ὅτι τὰ μὲν ὀκτὼ κύβος ἐστὶν ἀπὸ δυάδος, τὰ δʼ ἐννέα τετράγωνος ἀπὸ τριάδος· χρῶνται δὲ δυσὶ μὲν ὀνόμασιν αἱ θήλειαι
5
τρισὶ δʼ οἱ ἄρρενες