[76]
διὰ τί τὰς ἐν τοῖς ὑποδήμασι σεληνίδας οἱ διαφέρειν δοκοῦντες εὐγενείᾳ φοροῦσιν; πότερον, ὡς Κάστωρ
1
φησί, σύμβολόν ἐστι τοῦτο τῆς λεγομένης οἰκήσεως ἐπὶ τῆς σελήνης καὶ ὅτι μετὰ τὴν τελευτὴν αὖθις αἱ ψυχαὶ τὴν σελήνην ὑπὸ πόδας
10
ἕξουσιν, ἢ τοῖς παλαιοτάτοις τοῦθʼ ὑπῆρχεν ἐξαίρετον; οὗτοι δʼ ἦσαν Ἀρκάδες τῶν ἀπʼ Εὐάνδρου Προσελήνων λεγομένων. ἤ, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τοὺς ἐπαιρομένους καὶ μέγα φρονοῦντας ὑπομιμνήσκει
2
τῆς ἐπʼ ἀμφότερον τῶν ἀνθρωπίνων μεταβολῆς
15
παράδειγμα ποιουμένους τὴν σελήνην, ὡς
282b
ἐξ ἀδήλου
3
πρῶτον ἔρχεται νέα
πρόσωπα καλλύνουσα καὶ πληρουμένη,
χὤταν περ αὑτῆς εὐπρεπεστάτη
4
φανῇ,
πάλιν διαρρεῖ κἀπὶ μηδὲν ἔρχεται;
20
ἢ πειθαρχίας ἦν μάθημα βασιλευομένους μὴ δυσχεραίνειν, ἀλλʼ ὥσπερ ἡ σελήνη προσέχειν ἐθέλει τῷ κρείττονι καὶ δευτερεύειν
ἀεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο
5
κατὰ τὸν Παρμενίδην οὕτω τὴν δευτέραν τάξιν
25
ἀγαπᾶν χρωμένους τῷ ἡγεμόνι καὶ τῆς ἀπʼ ἐκείνου δυνάμεως καὶ τιμῆς ἀπολαύοντας;