[39]
διὰ τί τοῖς μὴ στρατευομένοις μὲν ἐν στρατοπέδῳ δʼ ἄλλως ἀναστρεφομένοις οὐκ ἐξῆν ἄνδρα βαλεῖν πολέμιον οὐδὲ τρῶσαι; καὶ τοῦτο Κάτων
1
ὁ πρεσβύτης ἐν ἐπιστολῇ τινι δεδήλωκε, γράφων πρὸς τὸν υἱὸν καὶ κελεύων, εἰ παρεθείη τῆς στρατείας
10
273f
ἀποπληρώσας τὸν χρόνον, ὑποστρέφειν· ἢ προσμένοντα λαβεῖν παρὰ τοῦ στρατηγοῦ τὸ ἐξεῖναι τρῶσαι καὶ ἀνελεῖν πολέμιον. πότερον ὅτι τὴν ἀνάγκην μόνην ἐξουσίαν εἶναι δεῖ τοῦ ἀνελεῖν ἄνθρωπον, ὁ δʼ ἄνευ νόμου καὶ προστάγματος τοῦτο ποιῶν ἀνδροφόνος
15
ἐστὶ (διὸ καὶ Χρυσάνταν
2
ἐπῄνεσεν ὁ Κῦρος, ὅτι μέλλων ἀναιρεῖν πολέμιον καὶ τὴν κοπίδα διηρμένος, ἀκούσας τὸ ἀνακλητικὸν ἀφῆκε τὸν ἄνδρα
274a
καὶ οὐκ ἔπαισεν ὡς κεκωλυμένος)· ἢ δεῖ τὸν συνιστάμενον πολεμίοις καὶ μαχόμενον, ἂν ἀποδειλιάσῃ,
20
μὴ ἀνυπεύθυνον εἶναι μηδʼ ἀθῷον; οὐ γὰρ οὕτω βαλών τινα καὶ τρώσας ὠφέλησεν, ὡς φυγὼν καὶ ἀναχωρήσας ἔβλαψεν. ὁ μὲν οὖν ἀφειμένος στρατείας ἀπήλλακται τῶν στρατιωτικῶν νόμων· ὁ δʼ αἰτησάμενος τὸ πράττειν τὰ τῶν στρατευομένων
25
πάλιν ἑαυτὸν ὑπεύθυνον τῷ νόμῳ καὶ τῷ στρατηγῷ δέδωκεν.