[31]
διὰ τί ὁ πολυθρύλητος ᾄδεται Ταλάσιος ἐν τοῖς γάμοις; πότερον ἀπὸ τῆς ταλασίας (καὶ γὰρ τὸν τάλαρον τάλασον
1
ὀνομάζουσι· καὶ τὴν νύμφην εἰσάγοντες νάκος ὑποστρωννύουσιν· αὐτὴ δʼ εἰσφέρει
15
μὲν ἠλακάτην καὶ τὴν ἄτρακτον, ἐρίῳ δὲ τὴν θύραν περιστέφει τοῦ ἀνδρός)· ἢ τὸ λεγόμενον ὑπὸ τῶν ἱστορικῶν ἀληθές, ὅτι νεανίας ἦν τις λαμπρὸς ἐν τοῖς πολεμικοῖς καὶ τἄλλα χρηστὸς ὄνομα Ταλάσιος· ἐπεὶ δʼ ἥρπαζον οἱ Ῥωμαῖοι τὰς τῶν Σαβίνων
20
272a
θυγατέρας ἐλθούσας ἐπὶ θέαν, ἐκομίζετο τῷ Ταλασίῳ παρθένος ἐκπρεπὴς τὴν ὄψιν ὑπὸ δημοτικῶν τινων καὶ πελατῶν
2
τοῦ Ταλασίου, βοώντων ὑπὲρ ἀσφαλείας καὶ τοῦ μηδένα πελάζειν μηδʼ ἀντιλαμβάνεσθαι τῆς παιδός, ὡς Ταλασίῳ γυνὴ φέροιτο.
25
τιμῶντες οὖν οἱ λοιποὶ τὸν Ταλάσιον καὶ συνευχόμενοι καὶ συνευφημοῦντες εἵποντο καὶ παρέπεμπον· ὅθεν, εὐτυχοῦς γάμου γενομένου, καὶ τοῖς ἄλλοις
272b
εἰθίσθησαν ἐπιφωνεῖν τὸν Ταλάσιον, ὥσπερ Ἕλληνες τὸν Ὑμέναιον.