[21]
διὰ τί τὸν δρυοκολάπτην οἱ Λατῖνοι σέβονται,
268f
καὶ ἀπέχονται πάντες ἰσχυρῶς τοῦ ὄρνιθος; πότερον ὅτι τὸν Πῖκον λέγουσιν ὑπὸ φαρμάκων τῆς
25
γυναικὸς μεταβαλεῖν τὴν φύσιν καὶ γενόμενον δρυοκολάπτην ἀποφθέγγεσθαι λόγια καὶ χρησμῳδεῖν τοῖς ἐρωτῶσιν· ἢ τοῦτο μὲν ἄπιστόν ἐστιν ὅλως καὶ τερατῶδες, ἅτερος δὲ τῶν μύθων πιθανώτερος,
ὡς ἄρα τοῖς περὶ Ῥωμύλον καὶ Ῥῶμον ἐκτεθεῖσιν οὐ μόνον λύκαινα θηλὴν ἐπεῖχεν, ἀλλὰ καὶ δρυοκολάπτης τις ἐπιφοιτῶν ἐψώμιζεν; ἐπιεικῶς γὰρ ἔτι καὶ νῦν τοῖς
1
ὑπορείοις καὶ δρυμώδεσι τόποις
5
ὅπου φαίνεται δρυοκολάπτης, ἐκεῖ καὶ λύκος, ὡς Νιγίδιος ἱστορεῖ. ἢ μᾶλλον, ὡς ἄλλον ἄλλου θεοῦ, καὶ τοῦτον Ἄρεος ἱερὸν νομίζουσι τὸν ὄρνιν; καὶ
269a
γὰρ εὐθαρσὴς καὶ γαῦρός ἐστι καὶ τὸ ῥύγχος οὕτως ἔχει κραταιόν, ὥστε δρῦς ἀνατρέπειν, ὅταν κόπτων
10
πρὸς τὴν ἐντεριώνην ἐξίκηται.